1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

153

τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ. ἀλλ' ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα δὲ μαθὼν ὁ βασιλεὺς προαπέλυσε τὸ τοῦλδον ἔμπροσθεν· καὶ αὐτὸς ἐπηκολούθει σκεπτόμενος εὑρεῖν τόπον, ἐν ᾧ ὤφειλε πολεμῆσαι πρὸ τοῦ ἑνωθῶσιν αὐτοῖς οἱ τρισχίλιοι. εὑρὼν δὲ πεδίον ἐπιδέξιον πρὸς πόλεμον καὶ διαλαλήσας τῷ λαῷ παρετάξατο. ὁ δὲ Ῥαζάτης καταλαβὼν καὶ αὐτὸς παρετάξατο τρισὶ φούλκοις καὶ κατὰ τοῦ βασιλέως ἐχώρησεν. τῇ δὲ ιβʹ τοῦ ∆εκεμβρίου μηνὸς ἡμέρᾳ σαββάτῳ ἐκροτήθη ὁ πόλεμος· καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι τῶν Περσῶν συνήντησεν· καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῇ βοηθείᾳ τῆς θεοτόκου τοῦτον κατέβαλεν· καὶ οἱ σὺν αὐτῷ προεκπηδήσαντες ἐτράπησαν· καὶ αὖθις ὁ βασιλεὺς ἄλλῳ συναντήσας καὶ τοῦτον κατέβαλεν. προσέβαλε δὲ αὐτῷ καὶ τρίτος, ὃς καὶ δέδωκεν αὐτῷ μετὰ δόρατος εἰς τὸ χεῖλος καὶ τοῦτο ἔπληξεν. ὁ δὲ βασιλεὺς καὶ τοῦτον ἀνεῖλεν· καὶ τῶν σαλπίγγων ἠχησασῶν συνέβαλον ἀλλήλοις ἀμφότερα τὰ μέρη, καί, μάχης κροτηθείσης σφοδρᾶς, ἐπληγώθη ὑπὸ τῶν πεζῶν ὁ τοῦ βασιλέως ἵππος φάλβας, ὁ λεγόμενος ∆όρκων, εἰς τὸν μηρὸν αὐτοῦ λαβὼν κονταρέαν· πολλὰς δὲ καὶ σπαθέας ἐν τῇ ὄψει ἔλαβεν· ἀλλὰ φορῶν κατάφρακτα νευρικὰ οὐκ ἐβλάπτετο, οὐδὲ αὐταὶ ἐνήργουν. 319 πίπτει δὲ ἐν τῷ πολέμῳ ὁ Ῥαζάτης καὶ οἱ τρεῖς τουρμάρχαι τῶν Περσῶν καὶ οἱ ἄρχοντες σχεδὸν πάντες καὶ τὸ πλεῖον τοῦ στρατοῦ αὐτῶν. ἐσφάγησαν δὲ καὶ Ῥωμαῖοι νʹ, καὶ ἐπληγώθησαν ἱκανοί, ἀλλ' οὐκ ἀπέθανον, εἰ μὴ ἄλλοι δέκα· ἐκροτήθη δὲ ὁ πόλεμος ἀπὸ πρωῒ ἕως ὥρας ιαʹ. ἐπῆραν δὲ οἱ Ῥωμαῖοι τῶν Περσῶν βάνδα κηʹ χωρὶς τῶν κλασθέντων, καὶ σκυλεύσαντες τοὺς νεκροὺς ἔλαβον τὰ λωρίκια αὐτῶν καὶ τὰς κασσίδας καὶ πάντα τὰ ἄρματα· καὶ ἔμειναν ἀπ' ἀλλήλων ἀπὸ δύο σαγιττοβολῶν. τροπὴ γὰρ οὐ γέγονεν. οἱ δὲ τῶν Ῥωμαίων λαοὶ τῇ νυκτὶ ἐπότισαν τὰ ἄλογα αὐτῶν καὶ παρέβαλον. οἱ δὲ Πέρσαι καβαλλάριοι ἵσταντο ἕως ὥρας ἑβδόμης τῆς νυκτὸς ἐπάνω τῶν σκηνωμάτων τῶν τεθνεώτων Περσῶν· καὶ τῇ ὀγδόῃ ὥρᾳ τῆς νυκτὸς κινήσαντες ὑπέστρεψαν εἰς τὸ φωσάτον αὐτῶν, καὶ τοῦτο λαβόντες ἀπῆλθον καὶ ἠπλήκευσαν εἰς πρόποδα ὄρους τραχεινοῦ πεφοβημένοι. πολλὰ δὲ σπαθία ὁλόχρυσα καὶ ζώνας διαχρύσους καὶ μαργαρίτας καὶ τὸ σκουτάριν τοῦ Ῥαζάτου ὁλόχρυσον ἔλαβον ἔχον πέταλα ρκʹ, καὶ τὸ λωρίκιν αὐτοῦ ὁλόχρυσον ἔλαβον, καὶ τὸ σκαραμάγγιν αὐτοῦ ἤνεγκαν σὺν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰ βραχιόλια αὐτοῦ καὶ τὴν σέλλαν αὐτοῦ ὁλόχρυσον· ἐκρατήθη δὲ ζῶν Βαρσαμούσης, ὁ ἄρχων τῶν Ἰβήρων τῶν ὑπὸ Πέρσας. οὐδεὶς δὲ μέμνηται τοιούτου πολέμου γεγονότος μεταξὺ Περσῶν καὶ Ῥωμαίων, [οὐχ] ὅτι ἐν ὅλῃ τῇ ἡμέρᾳ ἔσχε στάμα ὁ πόλεμος. ἐνίκησαν οἱ Ῥωμαῖοι· ἀλλὰ τοῦτο γέγονε μόνῃ τῇ τοῦ θεοῦ βοηθείᾳ. ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσῃ, καὶ ἀποστείλας προσκαλέσηται τὸν Σάρβαρον ἐκ τοῦ Βυζαντίου [τῆς Χαλκηδόνος.] τῇ δὲ εἰκάδι πρώτῃ τοῦ ∆εκεμ320 βρίου μηνὸς ἔμαθεν ὁ βασιλεύς, ὅτι ὁ λαὸς τοῦ Ῥαζάτου ὁ ἐκ τοῦ πολέμου ἐξειλήσας ἡνώθη τοῖς ὑπὸ Χοσρόου ἀποσταλεῖσι τρισχιλίοις, καὶ ἀκολουθεῖ ὀπίσω αὐτοῦ καταλαβὼν τὴν Νινευί. καὶ περάσας ὁ βασιλεὺς τὸν μέγαν Ζάβαν πέμπει Γεώργιον τὸν τουρμάρχην μετὰ χιλίων στρατιωτῶν, ἵνα ἐλάσῃ πρὸς τὸ κρατῆσαι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα πρὸ τοῦ γνῶναι τὸν Χοσρόην. ἐλάσας δὲ Γεώργιος μίλια μηʹ διὰ τῆς νυκτὸς ἐκράτησε τὰς τέσσαρας γεφύρας τοῦ μικροῦ Ζάβα· καὶ εὑρὼν ἐν τοῖς καστελλίοις Πέρσας, τούτους ἐζώγρησεν. τῇ δὲ εἰκάδι τρίτῃ τοῦ ∆εκεμβρίου μηνὸς φθάσας ὁ βασιλεὺς εἰς τὰς γεφύρας ἐπέρασε καὶ ἠπλήκευσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδέμ· καὶ ἀνέπαυσε τόν τε στρατὸν καὶ τὰ ἄλογα καὶ ἐποίησε τὴν ἑορτὴν τῆς Χριστοῦ γεννήσεως ἐν ἐκείνῳ τῷ τόπῳ. γνοὺς δὲ Χοσρόης, ὅτι ἐκράτησαν οἱ Ῥωμαῖοι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα, ἀπέστειλε πρὸς τὸν Περσικὸν λαὸν τὸν μετὰ τοῦ Ῥαζάτου, ἵνα πολὺ σπουδάσωσι καὶ προλάβωσι τὸν βασιλέα καὶ ἀπέλθωσι πρὸς αὐτόν. σπεύσαντες δὲ αὐτοὶ καὶ περάσαντες τὸν μικρὸν Ζάβαν ἐν