1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

154

καὶ τοῦ κοινωνῆσαι ἐπιτηρήσιμοι ἡμέραι προσῳκείωνται. ἔνθεν γοῦν τις ἐκ τῆς Μωυσέως παραδόσεως μεμαθηκώς, αἰτιώμενος τὸν λαὸν ἐπὶ ἁμαρτίαις, υἱοὺς νεομηνιῶν τῶν κατὰ σελήνην καὶ σαββάτων ἀπεκάλει. ἀλλὰ καὶ κατ' ἀρχὰς τοῦ κόσμου οἱ ἄνθρωποι πολυετεῖς τε ἦσαν καὶ ἄνοσοι· ὁπότε δὲ ἀμελήσαντες τὴν παρατήρησιν ἀπέλιπον, ἔκτοτε κατὰ διαδοχὴν υἱοὶ ἀγνοίας αἰτίᾳ <ὅτε> μὴ δεῖ κοινωνοῦντες ὑπὸ μυρία πάθη τὰ ἑαυτῶν τιθέασι τέκνα. ὅθεν καὶ <ὁ διδάσκ>αλος ἡμῶν περὶ τοῦ ἐκ γενετῆς πηροῦ καὶ ἀναβλέψαντος παρ' αὐτοῦ ἐξετα<ζόμενος, εἰ ὅτι ἥμαρτ>εν οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, τυφλὸς ἐγεννήθη, ἀπεκρίνατο· «Oὔτε οὗτός τι ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα δι' αὐτοῦ φανερωθῇ ἡ δύναμις τοῦ θεοῦ» τῆς ἀγνοίας ἰωμένη τὰ ἁμαρτήματα. καὶ ἀληθῶς ἀγνοίας αἰτίᾳ τὰ τοιαῦτα γίνεται ἤτοι τῷ μὴ εἰδέναι πότε δεῖ κοινωνεῖν τῇ γαμετῇ, εἰ καθαρὰ ἐξ ἀφέδρου τυγχάνει. πλὴν ἃ προείρηκας πάθη ἐξ ἀγνοίας ἐστίν, οὐ μέντοι ἐκ πονηροῦ εἰργασμένα. προσέτι δὲ δὸς τὸν μὴ ἁμαρτάνοντα καὶ λάβε τὸν μὴ πάσχοντα, καὶ πρὸς τῷ μὴ πάσχειν καὶ ἄλλους αὐτὸν θερα- πεῦσαι δυνάμενον εὑρήσεις. αὐτίκα γοῦν Μωυσῆς διὰ εὐσέβειαν ἀπαθὴς τὸν πάντα τῆς ζωῆς διετέλεσε χρόνον καὶ τοὺς Aἰγυπτίους δι' ἁμαρτίας πάσ- χοντας εὐχαῖς ἰᾶτο. καὶ ὁ Σίμων· Ἔστω μὲν ταῦτα οὕτως ἔχειν· οὐ δοκεῖ σοι ἀδικωτάτη ἡ ἐν ἀνθρώποις ἀνωμαλία; ὃς μὲν γὰρ πένεται, ὃς δὲ πλουτεῖ-καὶ ὃς μὲν νοσεῖ καὶ <ἕτερος> ὑγιαίνει-καὶ ὁμῶς τοι- αῦτά τινα μυρία ἐν τῷ ἀνθρωπίνῳ βίῳ. καὶ ὁ Πέτρος· Oὐ συνορᾷς, ὦ Σίμων, ὅτι πάλιν ἐκτὸς τοῦ σκοποῦ τοὺς λόγους πέμπεις; περὶ πονηροῦ γὰρ ἡμῶν διαλεγομένων σὺ ἐκτροπὴν ποιήσας περὶ τῶν δοκούντων ἀτοπημάτων τὸν λόγον εἰσηγήσω· πλὴν καὶ εἰς αὐτὸ ἐρῶ. ὁ κόσμος ὄργανόν ἐστι τεχνικῶς γεγονός, ἵνα τῷ ἐσομένῳ ἄρρενι αἰωνίως ἡ θήλεια τίκτῃ δικαίους αἰωνίους υἱούς. οὐκ ἐδύναντο δὲ εὐσεβεῖς ἐνταῦθα ἀποτελεσθῆναι, εἰ μὴ ἦσαν οἱ ἐνδεεῖς οἷς ἐπικουρήσουσιν-ὁμοίως τε καὶ διὰ τοῦτό εἰσι καὶ νοσοῦντες, ὧν προνοήσουσι-καὶ τὰ ἑξῆς τοῦτον περιέχει τὸν λόγον. καὶ ὁ Σίμων· Oὐκοῦν ἠτύχηται τοῖς ταπεινοῖς· πρὸς γὰρ τὸ ἀποτελεσθῆναι δικαίους αὐτοὶ κακουχοῦνται. <καὶ ὁ Πέτρος·> Eἰ ἦν αἰώνιος ταπείνωσις αὐτῶν, ἀτυχία ἂν ἦν μεγίστη· ἀλλὰ πρὸς τῷ κλήρῳ τὰ ταπεινώματα καὶ ὑψώματα ἀνθρώ- ποις γίνεται· ᾧ δ' ἂν μὴ ἀρέσκῃ ὁ κλῆρος, ἔνεστιν ἐκκλήτῳ χρησάμενον καὶ νομίμως διαδικασάμενον τὸν ὑπ' αὐτοῦ ὑπαλλάξαι βίον. καὶ ὁ Σίμων· Τίς οὗτος ὁ κλῆρος καὶ ἔκκλητος; καὶ ὁ Πέτρος· Τοῦτο ἑτέρου λόγου ἐξήγησίς ἐστι· πλὴν ἐὰν ἐπιτρέψῃς, δεῖξαί σοι δυνάμεθα πῶς ἀναγεννηθεὶς καὶ τὴν γένεσιν ὑπαλλάξας καὶ νομίμως βιώσας αἰωνίου τεύξει σωτηρίας. καὶ ὁ Σίμων ταῦτα ἀκούσας ἔφη· Μήτι νομίσῃς ὡς ἐπειδὴ εἰς ἕκαστον κεφάλαιον ζητῶν συνετιθέμην, ὡς πληροφορούμενος ἐφ' ἕτερον ἠρχόμην κεφάλαιον, ἀλ<λ' ὑπο>νοίας σοι τοῦ πείθεσθαι παρεῖχον, ἵνα ἐπ' ἄλλο ἔλθῃς κεφάλαιον, ὅπως πάσας <τὰς δια>νοίας σου μαθὼν μὴ στοχαζόμενος καταγινώσκω σου, ἀλλὰ πεπληροφορημε............ νῦν δὲ τριῶν ἡμε- ρῶν μοι συγχώρησον καὶ ἐλθὼν δείξω σε μηδὲν εἰδότα. Ταῦτα τοῦ Σίμωνος <εἰπόντος> καὶ ἐξιέναι μέλλοντος ὁ ἐμὸς ἔφη πατήρ· Βραχέα μου, Σίμων, ἐπακούσας, ὥς σοι φίλον ἐστί, πορεύου. μέμνη-