1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

154

καλουμένου Ἰουδαίους τε καὶ Ἕλληνας εἰς ἐπίγνωσιν τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καθὼς αὐτός που φησὶν εὐχαριστῶν ἐπὶ τῇ σωτηρίᾳ τῶν πιστευσάντων· «Ἐφανέ ρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐτελείωσα», καὶ περὶ ἡμῶν λέγοντος τῷ Πατρί· «Πάτερ ἅγιε, εἰ καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἀλλ' ἐγώ σε ἔγνων καὶ οὗτοί σε ἔγνωσαν», εἰκότως, ὡς ἂν τετελειωμένων ἡμῶν, φησὶ πᾶσιν ἅμα περὶ τῶν ἐξ αὐτοῦ διὰ τοῦ Πνεύματος διδομένων χαρισμάτων· «Σημεῖα δὲ τοῖς πιστεύσασιν ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν καιναῖς, ὄφεις ἀροῦσιν· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν», τούτων τῶν χαρισμά των πρότερον μὲν ἡμῖν δοθέντων τοῖς ἀποστόλοις μέλλουσιν τὸ εὐαγγέλιον καταγγέλλειν πάσῃ τῇ κτίσει, ἔπειτα τοῖς δι' ἡμῶν πιστεύσασιν ἀναγκαίως χορηγουμένων, οὐκ εἰς τὴν τῶν ἐνεργούντων ὠφέλειαν, ἀλλ' εἰς τὴν τῶν ἀπίστων συγκατάθεσιν, ἵνα οὓς οὐκ ἔπεισεν ὁ λόγος, τούτους ἡ τῶν σημείων δυσωπήσῃ δύναμις. Τὰ γὰρ σημεῖα οὐ τοῖς πιστοῖς ἡμῖν, ἀλλὰ τοῖς ἀπίστοις Ἰουδαίων τε καὶ Ἑλλήνων· οὔτε γὰρ τὸ δαί μονας ἐκβάλλειν ἡμέτερον κέρδος, ἀλλὰ τῶν ἐνεργείᾳ Χριστοῦ καθαιρομένων, καθὼς αὐτός που παιδεύων ἡμᾶς ὁ Κύριος δείκνυσι λέγων· «Μὴ χαίρετε, ὅτι τὰ πνεύ ματα ὑμῖν ὑπακούουσιν, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τῷ οὐρανῷ», ἐπειδὴ τὸ μὲν αὐτοῦ δυνάμει γίνεται, τὸ δὲ ἡμετέρᾳ εὐνοίᾳ καὶ σπουδῇ, δῆλον ὅτι βοηθουμένοις ὑπ' αὐτοῦ. Oὐκ ἐπάναγκες οὖν πάντα πιστὸν δαίμονας ἐκβάλλειν ἢ νεκροὺς ἀνιστᾶν ἢ γλώσσαις λαλεῖν, ἀλλὰ τὸν ἀξιωθέντα χαρίσματος ἐπί τινι αἰτίᾳ χρησίμῃ εἰς σωτηρίαν τῶν ἀπίστων, δυσωπουμένων πολλάκις οὐ τὴν τῶν λόγων ἀπόδειξιν, ἀλλὰ τὴν τῶν σημείων ἐνέργειαν, ἀξίων ὄντων σωτηρίας. Oὐδὲ γὰρ πάντες οἱ ἀσεβεῖς ὑπὸ τῶν θαυμάτων ἐντρέπονται· καὶ τούτου μάρτυς αὐτὸς ὁ Θεὸς, ὡς ὅταν λέγῃ ἐν τῷ Νόμῳ ὅτι· «Ἐν ἑτερογλώσσοις λαλήσω τῷ λαῷ τούτῳ καὶ ἐν χείλεσιν ἑτέροις, καὶ οὐ μὴ πιστεύ σωσιν.» Oὔτε γὰρ οἱ Aἰγύπτιοι ἐπίστευσαν τῷ Θεῷ, Μωϋσέως τοσαῦτα σημεῖα καὶ τέρατα πεποιηκότος, οὔτε τὸ πλῆθος τῶν Ἰουδαίων τῷ ὡς Μωϋσεῖ Χριστῷ πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν αὐτοῖς θεραπεύσαντι· καὶ οὔτε ἐκείνους ἐδυσώπησεν ῥάβδος ψυχουμένη εἰς ὄφιν καὶ χεὶρ λευκαινομένη καὶ Νεῖλος αἱματούμενος, οὔτε τού