γνωμικῷ λόγῳ τὴν ἔννοιαν ταύτην παρέρριψεν, ἅμα καὶ ἀνασκευάζων 3.579 διὰ τῆς γνώμης τὸ δοκοῦν τοῦ φεύγειν αἰσχρόν, ὃς καὶ τὸ κακόν ἐπίτηδες δὶς εἶπεν ἐπὶ τοῦ φευκτοῦ πολέμου, ἐξ οὗ δεῖ χάζεσθαι κατὰ τὴν ἐτυμολογίαν τοῦ κακοῦ. Καλῶς δέ, φασί, νῦν ὁ βασιλεὺς πειρᾶται τῶν ἀριστέων. οἶδε γὰρ ὡς ἐν ἡσυχίᾳ μὲν πραγμάτων κολακικῶς εἴτε καὶ αἰδημόνως ὑποπίπτουσιν οἱ πολλοὶ τῷ ὑπερέχοντι, κινδύνου δὲ προκειμένου φόβος οὐ δεκάζει, ἀλλὰ δηλοῖ τὴν προαίρεσιν ἕκαστος, πάντα τῆς ἰδίας ἀσφαλείας ἐν δευτέρῳ τιθέμενος. οἶδε δὲ ὁμοίως ὁ βασιλεὺς καὶ ὅτι πρὸς σώφρονας λέγει, οἳ οὐκ εὐθὺς εἰς φυγὴν προπηδήσουσι. βούλεται δέ, φασί, καὶ τὸν στρατὸν ἑαυτῷ ποιῆσαι διὰ τῶν ἡγεμόνων παράκλητον, ὡς μὴ ἔχων αὐτὸς τοῦτο ποιήσειν διὰ τὸ ἀπεχθῶς ἐκείνους ἔχειν αὐτῷ οἷα τὸν Ἀχιλλέα ὑβρίσαντι καὶ τῶν παρόντων κακῶν ὄντι αἰτίῳ. Καὶ ταῦτα μὲν ὁ βασιλεύς, τευτάζων καὶ αὐτὸς κατὰ τὸ πολλάκις προτρέπειν τοὺς ὑπ' αὐτὸν εἰς φυγήν, ἤγουν τῷ αὐτῷ λόγῳ προσλιπαρῶν, εἴγε τευτάζειν λέγεται κατὰ Αἴλιον ∆ιονύσιον τὸ ἐπὶ πολὺ προσεδρεύειν τῷ αὐτῷ πράγματι. (ῃ. 82-4) Ὀδυσσεὺς δὲ καιροῦ εὐθέτου λαβόμενος καὶ ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ οἰόμενος ὡς πεῖραν καὶ νῦν ὁ βασιλεὺς καθίησι, μεμνημένος δὲ καὶ ὡς ἐκεῖ ὁ βασιλεύς ἐπέσκηψε τοῖς ἀριστεῦσι τὸ «ὑμεῖς δὲ ἐρητύετε ἐπέεσσι», θαρρῶν παρρησιάζεται ἄρτι κατὰ καιρόν, καὶ ὑπόδρα ἰδὼν καὶ εἰπὼν «ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων», σοβαρῶς ἐπιπλήττει τῷ βασιλεῖ, οὐ λέγων δαιμόνιε οὐδὲ κύδιστε οὐδὲ ἄναξ, ἀλλὰ «οὐλόμενε», ὅ ἐστιν ὀλέθρου αἴτιε ἢ ὀλέσθαι ἄξιε. (ῃ. 84-7) Εἶτα καὶ ἀπὸ τοῦ προσώπου τῶν παρόντων ἡρώων ἐπιχειρῶν, ὡς μὴ δέον ὂν παρὰ τοιούτοις ἀνδράσι μήτε ἄρχειν μήτε τοιαῦτα λαλεῖν, φησὶν «αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μήδ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα θεὸς ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα», ἤγουν ἕως θάνωμεν, «ἕκαστος». (ῃ. 88 ς.) Εἶτα καὶ τὸ πρᾶγμα αἰτιώμενος, ἦν γάρ τις οἷον λειποταξία, πρῶτα μὲν ἐρωτᾷ «οὕτω που δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκα ὀϊζύομεν κακὰ πολλά», τὸ φυγεῖν εὐφήμως Τροίαν καταλείψειν εἰπών. (ῃ. 90 ς.) Εἶτα καὶ «σίγα», φησί, «μή τις ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ μῦθον», ὡς ἀρκοῦν, εἰ καὶ πρὸς μόνους φίλους τοιαῦτα εἶπεν. (ῃ. 91-4) Εἶτα θέλων μὲν εἰπεῖν, ὅτι μῦθον, ὃν οὐκ ἂν οὐδὲ ἰδιώτης ἢ ἄφρων εἴπῃ ἀνήρ, μὴ ὅτι γε βασιλεύς, ὁ δὲ ἄλλως πεφεισμένως οἷα πρὸς βασιλέα λαλῶν φησιν «ὃν οὔ 3.580 κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο, ὅς τις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν, σκηπτοῦχός τε εἴη, καὶ οἱ πειθοίατο λαοὶ τοσσοίδε, ὅσσοις» αὐτὸς ἀνάσσεις, μονονουχὶ λέγων, ὡς εἴποι μὲν ἄν τις καὶ ἄλλος τοιοῦτον λόγον, ἀλλ' οὐκ εἰδὼς ἄρτια βάζειν, ἢ εἰδὼς μὲν ἄρτια βάζειν, οὐ σκηπτοῦχος δέ, ἀλλὰ ἰδιώτης, ἢ σκηπτοῦχος μέν, οὐκ ἔχων δὲ λαὸν εὐπειθῆ, ἢ εὐπειθῆ μέν, οὐ τοσοῦτον δέ. (ῃ. 95-102) Ἐφ' οἷς καὶ ἀπὸ καιροῦ ὁ Ὀδυσσεὺς ἐπιχειρῶν φησιν «νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὃς κέλεαι πολέμου συνεσταότος καὶ ἀϋτῆς νῆας ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοὶ σχήσουσι πόλεμον νηῶν ἅλαδ' ἑλκομενάων, ἀλλ' ἀποπτανέουσιν ἐρωήσουσι δὲ χάρμης. ἔνθα κε σὴ βουλὴ δηλήσεται, ὄρχαμε λαῶν», πάνυ ἠθικῶς εἰπὼν ἐν τῷ τέλει βαρέως τὸ «ὄρχαμε λαῶν». κερτομεῖ γὰρ ἄντικρυς, ὅτι σὺ ὁ βασιλεὺς πάντα συγχέεις. Καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Ὀδυσσέως, οὐ παρρησιαστικὰ μόνον, ἀλλὰ καὶ γενναῖα καὶ στρατηγικά. (ῃ. 75) Ἰστέον δὲ ὅτι διαφορὰ πολλὴ τοῦ «ἄγχι θαλάσσης» ἐστὶ καὶ τοῦ «εἰς ἅλα δῖαν». ἄρτι γὰρ αἱ μὲν τῶν νηῶν πρὸς τῷ πεδίῳ πρῶταί εἰσιν ἐγγὺς τοῦ τείχους, αἱ δὲ πρῶται ἄγχι θαλάσσης. εἰ δὲ κατὰ τὸν βασιλικὸν λόγον καὶ αὗται καὶ ἐκεῖναι καθελκυσθῶσι, τότε πᾶσαι εἰς θάλασσαν ἐρύονται. [(ῃ. 76 ετ 79) Ὅρα δὲ ὅτι ἐπὶ μὲν τῶν ἄγχι θαλάσσης νηῶν πάσας δισυλλάβως ἔφη ἐρύσομεν, ἐπὶ δὲ τῶν ὅλων τρισυλλάβως «ἐρυσαίμεθα νῆας ἁπάσας», ὡς εἶναι ὑπόνοιαν, ὅτι διαφέρει τοῦ πάσας τὸ ἁπάσας, καθὰ καὶ τὸ πᾶς τοῦ ἅπας, τῷ σημαινομένῳ τῆς