154
τὴν βασιλείαν εἰς ἑαυτὸν περιστήσαντος, ὃν πολιορκήσας κατελάβετο τὴν Ἀντιόχειαν. αὐτός τε παραυτὰ ἐκβληθεὶς ὑπὸ ∆ημητρίου υἱοῦ Σελεύκου ὁμηρεύοντος ἐν Ῥώμῃ καὶ κατελθόντος εἰς Τρίπολιν τῆς Φοινίκης πλῷ, ἐν ἡμέραις ἀναιρεῖται συλληφθεὶς ἅμα τῷ Λυσίᾳ παρὰ τοῦ πλήθους προστάξει ∆ημητρίου ἀδελφιδοῦ μὴ ἀνασχο μένου θεάσασθαι αὐτόν, βασιλεύσας ἔτος αʹ ἥμισυ· μεθ' ὃν ὁ αὐτὸς ∆η μήτριος βασιλεύει ἔτη ιβʹ. Τούτῳ προσφεύγουσιν ἀσεβεῖς τινες Ἰουδαῖοι, ὧν ἡγεῖτο Ἄλκιμός τις ἐκ τοῦ ἱερατικοῦ γένους. οὗτος τοῦ Ἰούδα κατηγορεῖ τὴν ἱερωσύνην τε πρὸς τοῦ ∆ημητρίου ἐγχειρίζεται. διὰ τοῦτο καὶ εἰς τὴν πατρίδα Βακχίδην στρατηγὸν ἔχων μετὰ δυνάμεως ἔρχεται κατὰ τοῦ Ἰούδα καὶ τῶν ὁμο φύλων. λόγοις δὲ πείθειν τὸν Ἰούδαν οὐ δυνηθεὶς ὁ Βακχίδης δολεροῖς 340 σὺν τῷ ἀνιέρῳ Ἀλκίμῳ τῶν Ἰουδαίων ἐπισήμους ἄνδρας ξʹ λόγοις εἰρήνης ἀπατήσαντες ἀνεῖλον ἐν ἡμέρᾳ μιᾷ· τήν τε ἱερωσύνην κατορθώσας τῷ Ἀλκίμῳ Βακχίδης ἀνέζευξε πρὸς ∆ημήτριον. μετὰ δὲ ταῦτα πολλοὺς τῶν ἀσεβῶν τιμωρουμένου τοῦ Ἰούδα ∆ημήτριος Νικάνορα μετὰ δυνάμεως πέμπει καταλῦσαι τὸν πόλεμον τῷ Ἰούδα, γῆμαί τε καὶ παιδοποιήσασθαι. τούτοις δ' οὐκ ἀρεσθεὶς Ἄλκιμος διέβαλε τὸν Νικάνορα αἰτῶν ζῶντα συλ λαβεῖν τὸν Ἰούδαν. πολέμου δὲ συστάντος νικῶσιν οἱ περὶ τὸν Ἰούδαν, πίπτει δὲ Νικάνωρ, ἀποτμηθείς τε τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ εἰς Ἱερουσα λὴμ ἀνεσταυρώθη. Ἰούδας Ῥωμαίοις καὶ Λακεδαιμονίοις φιλοῦται. ∆ημήτριος μανεὶς πέμπει Βακχίδην σὺν Ἀλκίμῳ κατὰ τοῦ Ἰούδα. οἱ δὲ ἐπελθόντες τῷ Ἰούδα περὶ τὴν Βασὰν οὐκ ἔχοντι πλὴν ωʹ ἀνδρῶν συμβάλ λουσι. καὶ πεσόντων ἐξ ἀμφοτέρων πολλῶν Ἰούδας ἀριστεύων θνήσκει. Τούτοις ἀκόλουθα περιέχει ἡ αὐτὴ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος τὰ κατὰ Ἰωνάθην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἡ δὲ τρίτη τὰ πρὸ τούτων πρα χθέντα δεινὰ ὑπὸ Πτολεμαίου τοῦ Εὐπάτορος εἰς Ἰουδαίοις. Εἰσὶ δὲ τὰ τῶν ἀνιέρως διὰ χρημάτων κρατησάντων Σίμωνος, Ἰάσωνος, Μενελάου καὶ Λυσιμάχου ἐπὶ τῆς ἀπιστίας Σελεύκου καὶ Ἀντιόχου ἔτη ιθʹ, καθὼς τοὺς ὄπισθεν καὶ τοὺς μετέπειτα ἀρχιερεῖς ὁ τὴν βίβλον συν ταξάμενος ἐστοιχείωσε.
ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Μακεδόνων ιδʹ ἐβασίλευσεν Ἀντίγονος ὁ Φοῦσκος
ἔτη ιβʹ. τοῦ δὲ κό σμου ἦν ἔτος εσξθʹ. Μακεδόνων ιεʹ ἐβασίλευσε Φίλιππος υἱὸς ∆ημητρίου ἔτη καθ' ἑαυτὸν μβʹ, ἐκ Χρυσηΐδος τῆς αἰχμαλώτου. τοῦ δὲ κόσμου ἦν ἔτος εσπαʹ. Ἐπὶ τούτου τοῦ Φιλίππου Τίτος Ῥωμαίων στρατηγὸς εἰς Μακεδονίαν ἐλθὼν κρατεῖ μὲν χειρὶ Μακεδόνων καὶ ὑπὸ Ῥωμαίους τίθησι, συμμαχεῖν Ἀννίβᾳ καὶ Καρχηδονίους κατὰ Ῥωμαίων συνθεμένους, ὅμηρον δὲ λαμβάνει ∆ημήτριον τὸν αὐτοῦ παῖδα, ὑπαγόμενος καὶ Λακεδαιμονίους καὶ τοὺς λοιποὺς Ἕλληνας φιλανθρωπίᾳ καὶ πραότητι καὶ συνέσει, τὴν ἐλευθερίαν παρέσχε. 341 Τότε Ἐρατοσθένης ἐγνωρίζετο. Μακεδόνων ιςʹ ἐβασίλευσε Περσεὺς ἔτη ιʹ καὶ μῆνας θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκγʹ. Ἐπὶ τούτου τοῦ Περσέως τὰ Μακεδόνων καταλέλυται περὶ τὴν Πύδναν κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττηθέντων. ἡγεῖτο δὲ τῶν στρατευμάτων Αἰμίλιος Μάρκος τῆς Ῥωμαίων βουλῆς εἷς ὤν, ἄριστος ὑπατικός. οὗτος Περσέα λαβὼν ζῶντα ἅμα δυσὶν υἱοῖς καὶ μιᾷ θυγατρὶ πᾶσάν τε τὴν Μα κεδόνων βασιλείαν εἰς Ῥώμην ἀπήγαγε. Μακεδόνων ιζʹ ἐβασίλευσε Ψευδοφίλιππος ἔτος αʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετλδʹ.
ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου καὶ Ἀλεξανδρείας δʹ
ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσογʹ. Ἀντίοχος ὁ μέγας Πτολεμαίου τὴν Ἰουδαίαν κρατοῦντος τοῦ Φιλοπά τορος πολέμῳ νικήσας αὐτὸν τὴν χώραν ἀφείλατο. Ἡ τρίτη τῶν Μακκαβαίων βίβλος περὶ τοῦ Φιλοπάτορος τούτου Πτολε μαίου ἱστορεῖ οὐκ οἶδ' ὅπως ἀντιστρόφῳ τάξει. Αἰγύπτου καὶ