154
ὑστέρησεν αὐτῶν. Συργιάννης δὲ ἑσπέρας στρατηγὸς ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐπιτραπεὶς, ἡνίκα ὁ βασιλεὺς ἐνόσησε τὴν νόσον ἐκείνην τὴν σφοδρὰν, πρῶτα μὲν ἐδόκει εὔνους εἶναι καὶ χάριτας ὡμολόγει· ἔπειτα ὡς ἐπύθετο ὡς, ῥαΐσαντος ἀπὸ τῆς νόσου βασιλέως, ὥρμητο μὲν ὁ μέγας δομέστικος αὐτὸν παραλύειν τῆς ἀρχῆς, ἐπέσχε δὲ ὁ βασιλεὺς, ψευδῶς οὕτως εἰρημένου, τῶν μὲν προτέρων ἀγαθῶν, ὧν ἦν παρ' αὐτοῦ τετυχηκὼς, οὐδενὸς μεμνημένος ἦν. ὀργῇ δὲ φερόμενος πρὸς αὐτὸν διὰ τὰ εἰρημένα, ἑταιρείαν ἤρξατο συναθροίζειν καὶ ἑαυτῷ περιποιεῖν, οἰόμενος, ὡς ἐὰν δύναμιν ἑαυτῷ ἐκ φίλων μάλιστα πολλῶν καὶ οἰκετῶν συστήσηται ἀρκοῦσαν, οὐ δυνησομένου τοῦ μεγάλου δομεστίκου κακῶς αὐτὸν ὅταν βούληται ποιεῖν. τοῦτο μὲν οὖν ὡς μάλιστα ἐνῆν ἐσπουδάζετο αὐτῷ, ἐν ἀποῤῥήτῳ δὲ καὶ τῶν μάλιστα οἰκειοτάτων συνειδότων. καὶ διέλαθέ γε ἀγνοούμενος ἐπὶ καιρόν· ἔπειτα ὑπ' αὐτῶν τινος τῶν 1.437 συνειδότων τῷ μεγάλῳ δομεστίκῳ ἐμηνύθη. καὶ κατέγνω μὲν πολλὴν αὐτοῦ ἀχαριστίαν καὶ ἀμνημοσύνην τῶν καλῶν, ὅμως δὲ σπουδάζων ἴσος εἶναι ἑαυτῷ καὶ ὅμοιος ἐπὶ τῷ ἄτρεπτος μένειν ἐν τοῖς ἀγαθοῖς, οὔτε ἐβουλεύσατο αὐτῷ τι δυσχερὲς, οὔτε εἴργαστο. ἀλλὰ τά τε ἄλλα ἦν προσκεκρουκὼς αὐτῷ οὐδὲν, καὶ τῆς ἑσπέρας τὴν ἀρχὴν ἐφ' ἱκανὸν παρεῖχε χρόνον ἄρχειν. ὁ δ' ἔτι μᾶλλον βουλόμενος βεβαίους αὐτῷ τοὺς φίλους εἶναι, καὶ ὅρκοις κατελάμβανε καὶ αὐτὸς ἐκ τοῦ ὁμοίου παρεῖχεν. ἐγίνοντο δὲ οἱ ὅρκοι ἐπὶ τούτοις· Συργιάννην καὶ αὐτόν τινα φίλους εἶναι βεβαίους καὶ μηδένα ὑπ' οὐδεμιᾶς ἀνάγκης τὸν ἕτερον προδιδόναι· ἂν δ' ἑνί γέ τῳ τελευτήσῃ τρόπῳ ὁ βασιλεὺς, μὴ ἕκαστον ὅ,τι ἂν οἴηται δίκαιον καὶ λυσιτελὲς ποιεῖν, ἀλλὰ κοινῇ βουλευσαμένους ὅ,τι ἂν δοκῇ Συργιάννῃ πράττειν καὶ μηδένα ἀντιλέγειν, ἀλλὰ πείθεσθαι αὐτῷ ὡς τὰ κοινῇ συμφέροντα βουλευσομένῳ. ἀλλὰ ταῦτα μὲν πρότερον, ὕστερον δὲ οὐκ ὀλίγῳ χρόνῳ διατρίβοντι βασιλεῖ κατὰ τὴν Χαλκιδικὴν τὴν ἐν τῇ Θρᾴκῃ, συνῆσαν μὲν τῶν ἐν τέλει πολλοί· παρῆν δὲ καὶ Συργιάννης. Ἀρσένιος δὲ Τζαμπλάκων ὁ μέγας παπίας παρελθὼν ἐπὶ τοῦ βασιλέως, ἐδίωκε τὸν Συργιάννην ἀπιστίας, διϊσχυριζόμενος ὡς ἀπελέγξειν ἐπὶ τῆς δίκης. Συργιάννης δὲ εὐθὺς πρὶν βασιλέα φθέγξασθαί τι, καταψεύδεσθαί τε ἔφασκεν αὐτοῦ Τζαμπλάκωνα καὶ ἀποδείξεις παρέξειν τοῦ ψεύδους 1.438 ἰσχυράς. ὁ δ' οὐ δεῖν ἔφασκεν εἰκῇ λογομαχεῖν ἀλλήλοις ἀντεπάγοντας τὸ ψεύδεσθαι, ἀλλ' ἐπὶ τῆς δίκης καταστάντας ἑκάτερον ὧν ἀξιοῖ παρέχεσθαι τὰς ἀποδείξεις. βασιλεὺς δὲ πρότερον μὲν ἡσύχασεν ἐπὶ μικρὸν πρὸς τὰ εἰρημένα· οὐδὲ γὰρ ἦν πω πρότερον οὐδὲν ἀκηκοὼς περὶ Συργιάννη· ἔπειτα ἄχθεσθαι μὲν εἶπε καὶ πάνυ πρὸς τοὺς τοιούτους λόγους. οὐ γὰρ βούλεσθαι αὐτῷ τοὺς ὑπηκόους, τοὺς μὲν ἀπιστίας φεύγειν, τοὺς δὲ διώκειν, ἀλλὰ πάντας τε αὐτῷ εὔνους εἶναι καὶ μηδένα μηδ' ὑφ' ἑνὸς κατηγορεῖσθαι· ἐπεὶ δὲ εἴρηται τοιαῦτα, οὔθ' οὕτως ἔχειν ὥστε πάνυ πιστεύειν δεῖ, οὔθ' ὥστε ἀπιστεῖν, ἀλλὰ βασάνῳ τὸ πρᾶγμα δόντας, τἀληθὲς ἀνερευνᾷν. εὔχομαι δὲ Τζαμπλάκωνα παραχθέντα μᾶλλον τὰ μὴ ὄντα λέγειν ἢ σὲ τοιούτοις οἵοις αὐτός φησιν ἐνέχεσθαι κακοῖς. Συργιάννης δὲ ἐδεῖτο βασιλέως μόνον τῶν δικαίων τυχεῖν καὶ μὴ διὰ συκοφαντίαν ἐρήμην ἁλῶναι· τοὺς δὲ ψευδεῖς τουτουσὶ καὶ πεπλασμένους λόγους ἡγεῖσθαί τε μηδὲν καὶ σὺν οὐδενὶ πόνῳ ὅπερ εἰσι ῥᾳδίως ἀποδείξειν. βασιλεὺς δὲ καὶ αὐτὸς ἔφασκε κατὰ γνώμην αὐτῷ εἶναι μᾶλλον ἀπολύσασθαι τὰς κατηγορίας καὶ μηδ' ἐπὶ μιᾷ αὐτῶν ἁλῶναι ἀληθῶς· ἄδικον δὲ ψῆφον οὐκ ἄν ποτε αὐτῷ ἐπενεγκεῖν, οὐ μόνον ὥσπερ νῦν περὶ ψυχῆς ἀγωνιζομένῳ, ἀλλ' οὐδ' εἰ περὶ τῶν φαυλοτάτων τινὸς ἐλάγχανε τὴν δίκην. Τζαμπλάκωνι δὲ ἐκέλευσεν ἃ Συργιάννῃ ἐγκαλοίη εἰς μέσον ἄγειν· οὐδὲ γάρ πω ᾔδει περὶ αὐτῶν οὐδέν. Τζαμπλάκων δὲ ἄνωθεν ἀρξάμενος, οὕτως ἐποιεῖτο τὴν 1.439 κατηγορίαν· «Συργιάννης οὑτοσὶ» λέγων «ὦ βασιλεῦ, τὴν τῆς ἑσπέρας ἀρχὴν ἐπιτετραμμένος, πρῶτα μὲν ἐποιεῖτο διὰ σπουδῆς καὶ ἔργον ἦν αὐτῷ τῶν πάντων περισπουδαστότατον ἑταιρείαν συστήσασθαι περὶ αὑτὸν καὶ πάντας, εἰ δύναιτο,