154
̔Ηρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ' οις ὁ νεανίσκος ἡμάρτηκεν. ̓Αρχέλαος δὲ ηδη μαλαχθέντα τὸν ̔Ηρώδην θεώμενος εἰς αλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς ̓Αρχέλαον ἐτράπετο, ιν' εσοιτο αὐτῷ πρὸς ̔Ηρώδην διαλλακτής. καὶ ος συνεβούλευεν αὐτῷ βέλτιον ειναι δι' ἑαυτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αιτιον ἑαυτόν· μαλάξαι γὰρ ουτω τὸ σκληρὸν 1.387 τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται ὁ Φερώρας. καὶ ̓Αλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, ̓Αρχέλαος δὲ τῷ ̔Ηρώδῃ τὸν Φερώραν διήλλαξε. Μετὰ καιρὸν δὲ πολὺ χεῖρον εσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν ̔Ηρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ασημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ανθρωπος, ἐπιδημήσας πρὸς ̔Ηρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ην δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς ̓Αντιπάτρου· προσῄει δὲ καὶ ̓Αλεξάνδρῳ, γνωστὸς ειναι λέγων καὶ ̓Αρχελάῳ, οθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι ̓Αλέξανδρος τὰ καθ' ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ελεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ ̓Αντιπάτρῳ ἀνέφερεν. ̓Αντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ ουτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, ̔Ηρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλ' αὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν εκαστα. ∆ύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ' ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ ̓Αλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας ουν τούτους ̔Ηρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, ειτ' ἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν ̔Ηρώδην ̓Αλέ1.388 ξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ ̓Αλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ ̓Αλεξάνδρου χειρός. ὁ μὲν ουν ̔Ηρώδης οὐκέτι ἐνδοιάσιμος ην περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, ̓Αλέξανδρος δὲ δι' ̓Αντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν ουν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων ειχον ἀδοξίαν καὶ δέος. ὁ δ' ̓Αριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, "ταῦτα καὶ σοί" εφη "κίνδυνον προμηνύει, διαβεβλημένῃ κατ' ἐλπίδα γάμου Συλαίου." τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ αμφω τοὺς υἱοὺς καὶ ἀπ' ἀλλήλων διαστῆναι, γράψαι τε εκαστον οσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν ουτ' ἐννοῆσαι κατὰ τοῦ πατρὸς ουτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι' ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς ουσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ηκοντος ἐξ ̓Αρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν ̓Αλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπ' ἀκροάσει τοῦ πρεσβευτοῦ, οπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς ̓Αρχέλαον εφη ἐκεῖθεν εἰς ̔Ρώμην συνθέμενον διαπέμψειν, αλλο δὲ οὐδὲν ατοπον η δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων ουτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ' αὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν ̓Αρχελάῳ καὶ μέμψασθαι οτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. ̓Αρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς 1.389 νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς ̔Ρώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν αχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπ' ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν