154
Σοφοκλεῖ· epsilon.633 καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. δοκεῖ δὲ τὸ εἰλικρινὴς παραλόγως εἰς τὴν σύνθεσιν. εἰ γὰρ παρὰ τὸ ελη γέγονεν, ωφειλεν η τρέψαι τὸ ˉη εἰς ˉο καὶ γενέσθαι εἰλοκρινής· η φυλάσσειν τὸ η καὶ γενέσθαι εἰληκρινὴς, διὰ τοῦ ˉη. τὰ γὰρ θηλυκὰ εἰς ˉη ἐν τῇ συνθέσει η τρέπουσι τὸ ˉε εἰς ˉο, οιον· νύμφη, νυμφοστόλος· τιμὴ, Τιμόθεος· η φυλάσσει τὸ ˉη, οιον· γῆ, γηπόνος· βουλὴ, βουληφόρος. εστιν ουν εἰπεῖν, οτι εἰλοκρινὴς ην, καὶ τροπῇ τοῦ ˉο εἰς ˉι εἰλικρινής. Εἰρεσία. κωπηλασία. παρὰ τὸ ἐρέτης ἐρεσία καὶ εἰρεσία. Εἰρήνη. ἡ ἀγάπη, ἡ εὐλογία. ἡ πρὸς τὸ ὁμόφυλον γνησία διάθεσις. καὶ ἡ πρὸς τοὺς πολεμοῦντας ἐχθροὺς ἡσυχία. παρὰ τὸ ειρω, τὸ λέγω. η παρὰ τὸ ειρειν ἡμᾶς ἐπ' αὐτὴν, ο ἐστι συμπλέκειν. Εἰρεσιώνη. θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις καὶ παντοδαποῖς καρποῖς. Εἰρηνικαὶ ἐπιστολαί. αἱ λεγόμεναι ἀπολυτικαί. οιαι εἰσὶν αἱ διδόμεναι τοῖς μητροπολίταις ὑπὸ τῶν πατριαρχῶν η τοῖς ἐπισκόποις παρὰ τῶν μητροπολιτῶν, οις ὑπόκεινται. Εἰρωνεία. κολακεία, ὑπόκρισις, η εξις ψευδὴς ἀρνουμένη τὰ προσόντα καλὰ οὐκ ἀρετῆς χάριν. Εἰκάσ. ἀπὸ τοῦ εικοσι γέγονεν εἰκάς. Εἰσαγγελία καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γάρ ἐστιν ἐπὶ τῶν μεγάλων καὶ δημοσίων epsilon.634 ἀδικημάτων· γίνεται γὰρ ὑπὲρ πρυτανέων εἰσαγομένη δίκη, περὶ ων διαῤῥήδην μὲν λέγουσιν οἱ νόμοι οὐδὲν, συγχωροῦσι δὲ κρίσεις γίνεσθαι. καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγράφων ἀδικημάτων. γραφὴ δὲ ἡ ἐπὶ μικρῶν· καὶ κυρίως γραφὴ ἐπὶ τῶν παράνομα γραφόντων. Εἰσίθμη. ἡ εισοδος. παρὰ τὸ ιω τὸ πορεύομαι, ὁ μέλλων ισω καὶ ισομαι. οιον· ισομαι ἐξ ἁλόθεν χαλεπὴν ορσουσα θύελλαν. ἀπὸ τοῦ ισω ἰσμὴ καὶ μετὰ τῆς εἰς προθέσεως εἰσισμὴ, καὶ τροπῇ τοῦ ˉς εἰς ˉθ εἰσίθμη. Εισπραξισ. ἀπαίτησις. Εἰσφορά. τέλεσμα. Εἱμαρμένη. ην λέγουσιν Ελληνες τύχην. ωσπερ ἀπὸ τοῦ λήβω τὸ λαμβάνω γίνεται λέληφα καὶ ειληφα, ουτως καὶ ἀπὸ τοῦ μείρω τὸ μερίζω μέμαρκα, μέμαρμαι, εἱμαρμένη κατὰ ἀποβολὴν τοῦ μ, καὶ πλεονασμῷ τοῦ ἰῶτα. *Εἱλωτεία. ἡ δουλεία.* †καὶ εἱλωτεύειν τὸ δουλεύειν. ειλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίοις, ἀλλὰ πρῶτοι χειρωθέντες, Ελος τὴν πόλιν οἰκοῦντες.† *Εἰνάτειρ. ἡ νύμφη, η ἡ σύννυμφος.* *Εἰνοδίουσ. τὰς ἐν τῇ ὁδῷ κώμας.* ̓Εϊκτόν. ομοιον, παρὰ τὸ εικω, τὸ ὁμοιῶ, ἐξ ου καὶ εἰκὼν, εἰκτὸν καὶ ἐν διαλύσει ἐϊκτόν. epsilon.635 Ειαρ. τὸ εαρ. παρὰ τὸ εω, τὸ πέμπω, γέγονεν εαρ καὶ ειαρ. τότε γὰρ ἐκπέμπονται οἱ καρποί. ειαρ τὸ αιμα. Καλλίμαχος· -τὸ δ' ἐκ μέλαν ειαρ εδαπται. καὶ εἰεροπότης ὁ αἱματοπότης. Εἰαρινόν. ἐαρινόν. Ειδαρ. εδεσμα. καὶ κλίνεται τοῦ ειδατος, τὰ ειδατα, ο ἐστι τὰ βρώματα. παρὰ τὸ εδω, τὸ ἐσθίω, εδαρ, καὶ πλεονασμῷ τοῦ ι ειδαρ. Εἰδεχθέσ. αμορφον, ἀπρεπές. παρὰ τὸ ειδος καὶ τὸ εχθος τὸ μῖσος. Ειδοσ. κατὰ δύο σημαινομένων φέρεται. λέγεται γὰρ ειδος καὶ ἡ μορφὴ, οιον· πρῶτον μὲν ειδος αξιον τυραννίδος. ειδος λέγεται καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς οταν τὸν ανθρωπον ειδος λέγομεν τοῦ ζώου. ειδος ἐστὶ καὶ τὸ ὑπὸ τὸ γένος ταττόμενον. *καὶ πάλιν ειδος ἐστὶν ου τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται.* καὶ πάλιν ειδος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ειδος ἐστὶ καὶ ὁ ἐγχρώματος χαρακτὴρ καὶ ἡ οψις καὶ τὸ πρόσωπον καὶ ἡ μορφή. παρὰ τὸ ειδω τὸ ὁρῶ. Ειδωλον. σκιοειδὲς ὁμοίωμα η ἀνάπλασμα ἀνύπαρκτον καὶ ειδος ἀνυπόστατον, ωσπερ τὰ ἐν τοῖς υδασι καὶ ἐν κατόπτροις συνεστῶτα πρόσωπα. παρὰ τὸ ειδω τὸ φαίνω. η παρὰ τὸ ειδω τὸ ὁμοιῶ. ὁμοίωμα γὰρ τινὸς σώματός ἐστι τὸ ειδωλον. epsilon.636 Εἰκόσ. πρέπον, ἀκόλουθον, ευλογον. Εἰκοσινήριτα. εἰκοσάριθμα. εἰκοσαπλασίονα. Ομηρος· οὐδ' ει κεν δεκάκις τε καὶ εἰκοσινήριτ' αποινα- ἐρίζοντα· τὸ γὰρ ἐρίζειν ἐπὶ τοῦ ἰσοῦσθαι. Εικοσιν. ἀπὸ τοῦ δὶς τὰ δέκα εικειν. Ειλαρ. ἀσφάλεια. -ειλαρ νηῶν τε καὶ αὐτῶν. παρὰ τὸ εἰλῶ τὸ συγκλείω. τὸ δὲ εἰλῶ παρὰ τὸ ελος, ἐλῶ καὶ εἰλῶ. οἱονεὶ ὁ τόπος ὁ συγκλειόμενος ὑπὸ δένδρων. Εἰλικρινέσ. τὸ καθαρόν. Εἰλέσιον. τόπος. Εἰλικοειδές, η εἰλικνοειδέσ. τὸ λεῖον καὶ