154
ΤΙΤΛ. ΙΒʹ. -Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐπορίαις φιλεῖ τὰ ἁμαρτήματα γίνεσθαι.
«Ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.» «Φαγὼν καὶ ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου.» «Μὴ φαγὼν, καὶ ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν προβάτων σου, καὶ τῶν βοῶν σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου πληθυνθέντων σοι, μὴ ὑψωθῇς ἐν τῇ καρδίᾳ σου.» «Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μὴ πλανηθῇ ἡ καρδίᾳ σου, μὴ ἀπατηθῇς ἐν χορτασίᾳ κοιλίας.» «Ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν· ἐλιπάνθησαν, ἐστεατώθησαν, καὶ παρέβησαν λόγους μου εἰς πονηρόν.» «Τοῦτο ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, καὶ χειρὸς πτωχοῦ, καὶ πένητος οὐκ ἀντελαμβάνοντο, καὶ ἐποίησαν ἀνόμημα ἐνώπιόν μου.» «Πρόσεχε μὴ ἀποπλανηθῇς, καὶ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου.» Αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίων γίνονται τοῖς πολλοῖς. 95.1532 Φιλοῦσι τὰ ἁμαρτήματα ἐκ πλήθους ὄχλων, καὶ εὐθηνίας τῶν ἀναγκαίων τίκτεσθαι.
ΤΙΤΛ. ΙΓʹ. -Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόντων τοῖς πλησίον.
«Λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον.» «Ἐν παγίδι ταύτῃ ᾖ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν.» «Ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσαν εἰς αὐτόν.» «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί.» «Ὁ ὀρύσσων βόθρον τῷ πλησίῳ, ἐμπεσεῖται εἰς αὐτόν. Ὁ δὲ κυλίων λίθον, ἐφ' ἑαυτὸν κυλιεῖ.» «Ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει τοῖς ἑαυτοῦ ποσίν.» «Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὄφις· ἐξαιρῶν λίθους διαπονηθήσεται ἐν αὐτοῖς.» «Ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει.» ∆ιὰ τί μαθητής; διὰ τί καὶ ἐπίβουλος, τῷ ἰδίῳ διδασκάλῳ ἐπιβουλεύων, καὶ τὸν Ἰούδαν ἐκεῖνον μιμούμενος, τοῦ ἰδίου διδασκάλου προδότην γενόμενον;»
ΤΙΤΛ. Ι∆ʹ. -Περὶ ἐχθρῶν καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ δεῖ χαίρειν ἐπὶ τῇ
κακοπραγίᾳ τῶν ἐχθρῶν. «Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ
μὴ ἐπαίρου. Ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Μὴ ἐπίχαιρε ἐπὶ κακοποιοῖς.» «Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά.» «Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου, ὅτι πέπτωκα· καὶ γὰρ ἀναστήσομαι.» «Μὴ ἐπίχαιρε ἐπὶ τοῖς υἱοῖς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐπεκρότησας τῇ χειρί σου, καὶ ἐπεψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολέσω σε ἀπωλείᾳ.» «Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἐγὼ δίδωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν σοὶ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν. Αὐτοὶ φάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιό 95.1533 τητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ Ἀμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμὼν εἰς νομέας προβάτων.» Νουθετεῖσθαι δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι. Φύλασσε σαυτὸν, πτῶμα δ' ἄλλου μὴ γέλα. Μὴ γελάσῃς πτῶμα