154
ἀπαλλαγὴν, καὶ τὴν ἐπάνοδον, καὶ τῆς Ἱερουσαλὴμ τὴν οἰκοδομὴν, καὶ ἁπαξαπλῶς τῆς Ἰουδαίας τὴν προτέραν εὐημε ρίαν. Ἔχει δὲ καὶ προφητείαν τῶν δεσποτικῶν [τοῦ Θεοῦ λέγω καὶ Σωτῆρος ἡμῶν] παθημάτων, καὶ τῆς διὰ ταῦτα καταληψομένης Ἰουδαίους παν ωλεθρίας. Ἐπειδὴ γὰρ ἃ παρὰ τῶν δυσμενῶν ὑπ έμειναν, ταῦτα κατὰ τοῦ εὐεργέτου καὶ Σωτῆρος ἐτόλμησαν, ἃ τοῖς ἐχθροῖς ἐπηράσαντο, ταῦτα κατ' αὐτῶν ὁ δίκαιος κριτὴς ἐψηφίσατο. 80.1401 βʹ. "Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου." Ἡ τῶν εὐσεβεστέρων συμμορία προσ φέρει τὴν ἱκετείαν. Ὕδατα δὲ καλεῖ τῶν συμφορῶν τὸ πλῆθος. Πάντοθεν, φησὶ, τοῖς ἀνιαροῖς περικλύ ζομαι. γʹ. "Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις." Ὁ δὲ Σύμμαχος· Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ ἔστι στά σις· ἐκ μεταφορᾶς τῶν εἰς τὸν τῆς θαλάσσης ἐμ πιπτόντων βυθὸν, καὶ ἐπιπλεῖστον καταφερομένων, καὶ μόγις τῆς ἕδρας ἐφικνουμένων. ∆ηλοῖ δὲ διὰ τούτων τὸ μέγεθος τῶν συμβεβηκότων τοῖς ἀνδρα ποδισθεῖσι κακῶν. "Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με." Ποικίλ λει τὸν λόγον ταῖς διαφόροις εἰκόσιν, οὐχ εὑρίσκων ἀξίαν εἰκόνα τῶν κατεχόντων ἀνιαρῶν. δʹ. "Ἐκοπίασα κράζων· ἐβραγχίασεν ὁ λάρυγξ μου." ∆ιηνεκῶς, φησὶ, ποτνιώμενος βοῶ, ὡς καὶ αὐτὰ καμεῖν τὰ ὄργανα τῆς φωνῆς. Κραυγὴν δὲ τὴν ἐπίτασιν λέγει τῆς κατὰ διάνοιαν προσευχῆς. "Ἐξέλιπον οἱ ὀφθαλμοί μου, ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου." Ἐκ μεταφορᾶς δὲ αὐτὸ τέθεικε τῶν συνήθη τινὰ καὶ γνώριμον ἐξ ἀποδημίας ἐπανιόντα προσμενόντων, καὶ τὰς ὁδοὺς περισκοπούντων. Ἀπ έκαμον, φησὶν, ἀναμένων τὴν σὴν βοήθειαν. Εἶτα ἃ τροπικῶς ἄνω τέθεικε, διδάσκει σαφέστερον. εʹ. "Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφα λῆς μου οἱ μισοῦντές με δωρεάν. Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως." Ἀλλὰ μηδεὶς ὑπολάβοι τῶν φιλομαθεστέρων, εἰρῆσθαι ἐκ προσώπου τοῦ Θεοῦ καὶ Σωτῆρος ταῦτα. Οὐδὲ γὰρ εἴρηται, οὐκ εἴρηται, εἰ μὴ ἐκ προσώπου, ὡς ἀνω τέρω ἡμῖν ἐσχεδίασται, τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ τὴν Βαβυλῶνα. Λέγει δὲ ὅτι Καὶ ἀριθμὸν νικῶσιν οἱ δυσμενεῖς, καὶ δυναστείᾳ περίκεινται, καὶ ἀπεχθάνονται πρός με, αἰτίαν ἐμοῦ τοῦ μίσους οὐ δεδωκότος. "Ἃ οὐχ ἥρπαζον, τότε ἀπετίννυον." Ὧν οὐκ ἠδίκησα, δίκας εἰσ πράττομαι. Οὐ γὰρ ὡς ἅρπαξ, ἢ ἀδικήσας, φησὶν ὁ λαὸς, ταῦτα ἐξηνδραπόδισμαι παρ' αὐτῶν. ʹ. "Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου· καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν." Πάντα, ∆έσποτα, σὺ γινώσκεις, καὶ λέληθέ σε γινο μένων οὐδέν. Οἶδας τοιγαροῦν, ὡς εἰς ἐκείνους μὲν οὐδὲν ἐπλημμέλησα· τοὺς δὲ σοὺς παραβέβηκα νό μους. Τούτῳ ἔοικε τὸ, "Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα." ζʹ. "Μὴ αἰσχυνθείησαν ἐπ' ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Μηδὲ ἐντραπείησαν ἐπ' ἐμὲ οἱ ζητοῦντές σε, ὁ Θεὸς τοῦ Ἰσραήλ." Μὴ 80.1404 γένωμαι, φησὶ, βλάβης τοῖς ἄλλοις ἀρχέτυπον, προσ μείνας μὲν τὴν παρὰ σοῦ σωτηρίαν, διαμαρτὼν δὲ τῆς ἐλπίδος σου. Ἀλλὰ μαθέτωσαν διὰ τῶν περὶ ἐμὲ γενομένων, οἱ τὴν σὴν ἔχοντες γνῶσιν, ὡς τῶν ἐλπιζόντων εἰς σὲ σωτηρίας, καὶ οὐκ αἰσχύνης ὑπάρ χεις καρπός. ηʹ. "Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐκά λυψεν ἐντροπὴ τὸ πρόσωπόν μου." Αἰσχύνης ἀνα πίμπλαμαι τὰ σὰ ὀνείδη δεχόμενος· ἐπικερτομοῦσι γάρ με συνεχῶς οἱ πολέμιοι, σὴν ἀσθένειαν τὴν ἐμὴν δουλείαν ἀποκαλοῦντες, θʹ. "Ἀλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου." Ἀπαριθμεῖται τῆς ἀχθηδόνος τὰς ἀφορμὰς, διεγείρων εἰς ἔλεον τὸν φιλάνθρωπον Θεόν. Καὶ πρότερον μὲν τέθεικε τῶν δυσ σεβῶν τὰ ὀνείδη, εἶτα τῶν συγγενῶν καὶ συνήθων τὸν χωρισμόν. Ὡς δωρυάλωτοι γὰρ, καὶ δουλεύειν ἠναγκα σμένοι, κατὰ συγγενείας οὐ συνεχωροῦντο διάγειν. ιʹ. "Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με· καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἔπεσον ἐπ' ἐμέ." Οὐχ ἥκιστα δέ με ἀνιᾷ καὶ ἀλγύνει τοῦ ἁγίου σου οἴκου ἡ ἐρημία, καὶ τῶν δυσσεβούντων ὁ γέλως. Οὐ γὰρ τῇ ἐμῇ πλημμελείᾳ, τῇ δὲ σῇ ἀσθενείᾳ, τὰ εἰς ἐκεῖνον γεγενημένα λογίζονται. ∆ιόπερ