154
προηγούμενοι τοὺς ἑπομένους καὶ μὴ ἐξ αὐθεντίας, ἀλλ' ἐξ ἀρετῆς καὶ ἀγαθότητος ἀπαιτοίητε τὸ ὑποτακτικὸν καὶ ὑπήκοον. μὴ χωρίζεσθε ἀλλήλων, ἀμείβοντες πολλοὺς πρώτους καὶ οὐδαμοῦ χρησιμεύοντες. Μάρκον τὸν εὐαγγελιστὴν οὐχ εἵλατο συμπαραλαβεῖν Παῦλος, ὡς γέγραπται, διὰ τὸ μὴ συνελθεῖν αὐτοῖς, ἀλλ' οἴκοι ἀναστρέψαι τὸ πρότερον. πόσῳ μᾶλλον ἡμεῖς ὀφειλέται ἐσμὲν στέργειν; ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω. καθαρίζωμεν ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ θεοῦ. τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε, κατηχεῖτε ἀλλήλους, ὑπόμνησιν λαμβάνετε ἀεὶ τοῦ θανάτου. εὔχεσθε οὖν, παρακαλῶ, ὑπὲρ πάντων, εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε, περιερχόμενοι ἐκ τόπου εἰς τόπον, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις καὶ ὄρεσι πλανώμενοι ἢ τάχα καὶ ἐν ὀπαῖς τῆς γῆς εἰσδύοντες. αὐχεῖτε ὅτι διὰ Χριστόν, ὅτι ὑμῶν οὐκ ἄξιος ὁ κόσμος. Ἐνέγκατε, τεκνία μου, τεκνία, ἐνέγκατε μικρόν, καὶ ἐλεύσεται Κύριος ὁ στεφανοδότης, ὁ μισθαποδότης, οὗ συγκληρονόμοι γεγενῆσθαι ἐπηγγέλμεθα (εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν), ἐπὶ πᾶσι προσευχόμενοι καὶ ὑπὲρ ἐμοῦ τοῦ ἀθλίου, ἵνα μου στερεωθῇ ἡ καρδίᾳ ἐν Κυρίῳ ἐνεγκεῖν μέχρι θανάτου τὰ ἐπαγόμενα ἡμῖν, ἵνα μή με ἀπώσηται Χριστὸς διὰ τὴν ἀναξιότητά μου, ἵνα ῥυσθῶ ἀπὸ τοῦ πονηροῦ διὰ παντὸς ἐν παντὶ τρόπῳ. νῦν ζῶ, ἀγαπητοί, ἐὰν ὑμεῖς στήκετε ἐν Κυρίῳ. τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως ἀλλ' οὐχ ὑμεῖς καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι; ναί, ὑμεῖς γὰρ καὶ παραμύθιον ἀγάπης καὶ παράκλησίς μου. αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη. Πιστὸς ὁ θεὸς ἡμῶν, ὃς καὶ ποιήσει, ἀδελφοί, ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ὁ ἀσπασμός μου τοῦ ταπεινοῦ Θεοδώρου πρὸς πάντα τὰ μέλη μου ἀπὸ χειλέων μου καρδίας. ἀσπάζονται ὑμᾶς οἱ μετ' ἐμοῦ ἀδελφοί. ἡ χάρις μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. 222 {1Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ}1 Ἐμοὶ τὸ ἐπιστέλλειν τῇ ἁγιωσύνῃ σου πάντοτε ποθητόν, καὶ τοσοῦτον, ὅσον καὶ τὸ τῆς περιορίσεως διάστημα μακρότερον· ἐγγὺς γάρ με ποιεῖ τοῦ τιμίου προσώπου σου καὶ ῥᾳστώνην ἐμποιεῖ διὰ τῆς προσφωνήσεως, οἷα καὶ νῦν, λυπηρῶς διακειμένῳ ἐν τῇ τῶν τινων ἡγουμένων προδοσίᾳ τῆς ἀληθείας. ἵνα γὰρ οἶδέν σου ἡ ὁσιότης ὅτι ἡ πάλαι κουστωδία, λέγω δὴ Ἰωσὴφ ὁ μοιχοζεύκτης, ὁ Φωτεινουδίτης, ὁ Ἡρακλειώτης, ὁ Μηδικιώτης, ὁ Μυλιανός, ὁ Ὑπολυχνιώτης, ὁ Γουλαιάτης (ἀλλὰ φεῦ τῆς ἁμαρτίας μου, ὅτι καὶ ὁ Φλουβουτηνός, συλληφθεὶς ἐξ ἄφρονος ἁπλότητος) ὁμοθυμαδὸν μικρὸν ἐνστάντες δῆθεν οἰκονομίας ὑφορμηθέντες παρὰ τοῦ εἰωθότος κατεργάζεσθαι τὰ τοιαῦτα Ἰωσὴφ ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ, κοινωνήσαντες ἅπαξ καὶ δὶς τοῖς ἀσεβέσιν· ἐν ᾧ καὶ εὐμενῶς ἀπολυθέντες ἁλίσκουσιν ἐν τῷ οἰκείῳ πτώματι τοὺς ἀστηρίκτους. ἀλλ', ὡς ἔοικε, καὶ ὁ τῆς Νικαίας εἰς πτῶμα κεῖται τῶν ἐπισκόπων· ἀνακαλοῦνται γὰρ τοὺς ἐν ἐξορίαις πρὸς τὸ τὰ ὅμοια πρᾶξαι καί, εἰ μὴ προφθάσει ἡ χεὶρ τοῦ θεοῦ ὑπερείδουσα, ὀλλύμεθα καὶ οἱ ὑπολειφθέντες. τί οὖν ἐστιν; ὅτι καὶ πάλιν, ὡς φαίνεται, εἰς ἡμᾶς τοὺς ταπεινοὺς περιίσταται τὸ δρᾶμα σὺν ὀλίγοις. Ἀνάστα οὖν, ὦ ἄνθρωπε τοῦ θεοῦ, ὡς ἀρχιερεὺς Χριστοῦ τοῦ ἀληθινοῦ ἀρχιποίμενος καὶ τοσοῦτον, ὅσον τῶν ἁπάντων εἶ ὑπερέχων τῇ κεφαλίδι τῆς ἀρχιερωσύνης, πλὴν τοῦ ἑνὸς ἐν παραβύστῳ κειμένου. δόξασον δὴ τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου, οὐ πάντως ἀφεθήσῃ ἐν τῇ νήσῳ· τυχὸν πειρασθῆναί σε δεῖ κατὰ τὰ πάλαι, ἵνα καὶ στεφανίτης κἀνταῦθα λαμπρότερος χρηματίσοις. ναί, ναί, ἀδελφέ, εἰς οἵους καιροὺς ἐταμιεύθημεν. ἀλλὰ χάρις ὅμως τῷ ταμιευσαμένῳ· καὶ τοῦτο ἀπὸ θεοῦ, φησὶν ὁ ἀπόστολος, ὅτι ἡμῖν ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. οὐ παρεῖδεν Κύριος τὴν ταπείνωσιν ἡμῶν ἐν τοῖς προλαβοῦσιν, ἀλλ' οὐδὲ νῦν, πέποιθα,