154
ἄλλοις τόποις προεποίησαν τὸν βασιλέα καὶ ἔμπροσθεν ἐπορεύοντο. καταλαβὼν δὲ ὁ βασιλεὺς παλάτιον, τὸ ἐπιλεγόμενον ∆εζεριδάν, τοῦτο κατέστρεψε καὶ πυρὶ παρέδωκεν. οἱ δὲ Πέρσαι περάσαντες τὴν τοῦ Τορνᾶ ποταμοῦ γέφυραν ἠπλήκευσαν ἐκεῖ. καταλαβὼν δὲ ὁ βασιλεὺς ἕτερον παλάτιον τοῦ Χοσρόου, τὸ ἐπιλεγόμενον Ῥούσα, καὶ τοῦτο κατέστρεψεν. ὑφωρᾶτο δὲ ὅτι ἐν τῇ γεφύρᾳ τοῦ Τορνᾶ ποταμοῦ οἱ ἐχθροὶ πολεμεῖν αὐτὸν μέλλουσιν. ἀλλὰ τοῦτον ἰδόντες, καταλιπόντες τὴν γέφυραν ἔφυγον. ὁ δὲ βασιλεὺς περάσας ἀκωλύτως κατέλαβεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεκλάλ· ἐνταῦθα καὶ ἱπποδρομίαν ἔκτισε καὶ τοῦτο κατέστρεψεν. τινὲς δὲ τῶν Ἀρμενίων τῶν συνόντων τοῖς Πέρσαις ἦλθον πρὸς τὸν βασιλέα νυκτὸς λέγοντες, ὅτι "ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ ἀπὸ 321 πέντε μιλίων ἔνθεν τοῦ παλατίου τοῦ ἐπιλεγομένου ∆ασταγὲρδ εἰς τόπον ἐπιλεγόμενον Βαρασρὼθ ἀπληκευμένος ἐστίν, καὶ ὅτι ἐδήλωσε τὸν στρατὸν ἐκεῖ σωρευθῆναι, ἵνα πολεμήσωσί σε. ἔστι γὰρ ἐκεῖ καὶ ποταμὸς δύσβατος στενὴν γέφυραν ἔχων καὶ στενώματα πολλὰ ἀπὸ οἰκημάτων. καὶ ῥύακες σαπροί." ὁ δὲ βασιλεὺς βουλευσάμενος μετὰ τῶν ἀρχόντων καὶ τοῦ στρατοῦ ἐκάθισεν ἐν τῷ παλατίῳ Βεκλάλ. εὗρε γὰρ ἐν αὐτῷ ἐν ἑνὶ περιβόλῳ στρουθεῶνας τριακοσίους σιτευτούς, καὶ ἐν ἄλλῳ περὶ πεντακοσίας δορκάδας σιτευτάς, καὶ ἐν ἄλλῳ ἑκατὸν ὀνάγρους σιτευτούς· καὶ πάντα ἐδωρήσατο τῷ λαῷ. καὶ τὴν πρώτην τοῦ Ἰαννουαρίου μηνὸς ἐποίησαν ἐκεῖσε. εὗρον γὰρ καὶ πρόβατα καὶ χοίρους καὶ βόας, ὧν οὐκ ἦν ἀριθμός. καὶ ἀνεπαύσατο πᾶς ὁ λαὸς ἀπολαύοντες καὶ δοξάζοντες τὸν θεόν. πιάσαντες δὲ τοὺς νέμοντας ταῦτα ἔγνωσαν παρ' αὐτῶν ἀκριβῶς, ὡς ὁ Χοσρόης ἀπὸ εἰκάδος τρίτης τοῦ ∆εκεμβρίου μηνὸς μαθών, ὅτι ὁ βασιλεὺς ἐπέρασε τὴν γέφυραν τοῦ Τορνᾶ, παραχρῆμα ἐκίνησεν ἐκ τοῦ παλατίου τοῦ ἐν ∆ασταγὲρδ ἐν τάχει πολλῷ ἀπελευσόμενος εἰς Κτησιφῶντα, πάντα τὰ χρήματα, ἃ εἶχεν ἐν τῷ παλατίῳ, ἐμβαλὼν τοῖς τε ἐλέφασι καὶ ταῖς καμήλοις καὶ ἡμιόνοις τῆς ὑπηρεσίας αὐτοῦ, γράψας καὶ τῷ λαῷ τοῦ Ῥαζάτου, ἵνα εἰσέλθωσιν εἰς τὸ αὐτὸ παλάτιον καὶ τὰς τῶν ἀρχόντων οἰκίας καὶ ὅ τι ἂν εὑρεθῇ ἐν ταύταις ἀπενέγκωσιν. ὁ οὖν βασιλεὺς τὸ μὲν ἥμισυ τοῦ στρατοῦ ἔπεμψεν ἐν ∆ασταγέρδ, αὐτὸς δὲ δι' ἄλλης ὁδοῦ ἀπῆλθεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεβδάρχ. καὶ τοῦτο καταστρέψαντες καὶ πυρὶ παραδόντες εὐχαρίστουν τῷ θεῷ τῷ διὰ τῶν πρεσβειῶν τῆς θεοτόκου τοιαῦτα θαυμάσια ποιήσαντι. τίς γὰρ ἤλπιζε φυγεῖν τὸν Χοσρόην ἀπὸ προσώπου τοῦ βασιλέως Ῥωμαίων ἐκ τῶν ἐν τῷ ∆ασταγὲρδ παλατίων αὐτοῦ καὶ εἰς Κτησιφῶντα ἀπελθεῖν, ὅπου ἀπὸ κδʹ ἐτῶν οὐκ ἠνέσχετο ἰδεῖν Κτησιφῶντα, ἀλλὰ καὶ ἐν 322 ∆ασταγὲρδ ἦν τὰ βασίλεια αὐτοῦ; εὗρον δὲ οἱ λαοὶ τῶν Ῥωμαίων ἐν τῷ παλατίῳ αὐτοῦ ἐν τῷ ∆ασταγὲρδ τριακόσια βάνδα Ῥωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον· εὗρον δὲ καὶ εἴδη ἀπομείναντα, ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης ἀπὸ ἑβδομήκοντα καὶ ὀγδοήκοντα λιτρῶν καὶ μέταξιν πολλὴν καὶ πίπερ καὶ χαρβάσια καμίσια πολλὰ ὑπὲρ τὸ μέτρον, σάχαρ τε καὶ ζιγγίβερ καὶ ἄλλα εἴδη πολλά. τινὲς δὲ καὶ ἄσιμον, καὶ ὁλοσήρικα ἱμάτια, νακοτάπητά τε καὶ ταπήτια ἀπὸ βελόνης πλῆθος πολὺ καὶ καλὰ πάνυ, ἅπερ διὰ τὸ βάρος πάντα κατέκαυσαν· καὶ τοὺς παπυλεῶνας τοῦ Χοσρόου καὶ τοὺς ἐμβόλους, οὓς ἔστενεν, ὅτε ἐν κάμπῳ ἠπλήκευεν, πάντα κατέκαυσαν, καὶ στήλας αὐτοῦ πολλάς· εὗρον δὲ καὶ ἐν τούτοις τοῖς παλατίοις στρουθεῶνας καὶ δορκάδας καὶ ὀνάγρους καὶ ταῶνας καὶ φασιανοὺς πλῆθος ἄπειρον, καὶ εἰς τὸ κυνήγιον αὐτοῦ λέοντας καὶ τίγρεις παμμεγέθεις ζῶντας. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ ἐκ τῶν αἰχμαλώτων Ἐδεσηνοὶ καὶ Ἀλεξανδρεῖς, καὶ ἐξ ἄλλων πόλεων πλῆθος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς καὶ τὴν ἑορτὴν τῶν φώτων ἐν ∆ασταγὲρδ εὐφραίνων καὶ ἀνακτώμενος τόν τε λαὸν καὶ τὰ ἄλογα, καὶ καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια κτίσματα ὑπέρτιμα ὄντα καὶ θαυμαστὰ καὶ