155
μαι ὡς τὴν ἀρχὴν πρὸ τῆς ζητήσεως ὡς μήπω πεῖράν μου λαβὼν προλή ψεις μου κατέφερες. καὶ νῦν δὲ ἐπαλλήλως ἀκούσας τῆς ζητήσεως καὶ Πέτρον ἐν ὑπεροχῇ γνοὺς καὶ αὐτῷ τὸ ἀληθεύειν νῦν δούς, καὶ τί σοι φαί- νομαι; ὀρθῶς κρίνειν εἰδὼς ἢ οὔ; εἰ μὲν γὰρ ὀρθῶς κρίναντά με φαίης, μὴ συνθῇ δέ, σὺ φαίνῃ προειλημμένος, ὁ καὶ μετὰ ὁμολογίαν ἧτταν συνθέ- σθαι μὴ θέλων. εἰ δ' ἄρα μὴ ὀρθῶς τὸν Πέτρον ἐν ὑπεροχῇ τῆς ζητήσεως ἀπεφαινόμην, σὺ ἡμᾶς πεῖσον πῶς οὐκ ὀρθῶς ἐκρίναμεν. ἢ τοῦ ζητεῖν αὐτῷ ἐπὶ πάντων μὴ παύσῃ; ἐπεὶ ἔσται σοι ἑκάστοτε ἡττωμένῳ καὶ συντιθε- μένῳ (εἰ δὲ τὸ αἰδεῖσθαι ἔχεις, ἀπὸ πάντων τῶν ἀκροατῶν ἀντὶ μεγίστης τιμωρίας καταγινωσκομένῳ καὶ ἀσχημονοῦντι) ὑπὸ συνειδήσεως τὴν σεαυτοῦ ἀλγεῖν ψυχήν· τὸ γὰρ νενικῆσθαί σε ἔργῳ εἴδομεν, τὸν δὲ ἐπαγ- γελλόμενόν σου λόγον ἠκούσαμεν. πέρας γοῦν οὐκ οἶμαί σε ἐπὶ τὴν ζήτησιν ἐλθεῖν, ὡς ὑπέσχου, ἀλλὰ πρὸς τὸ δοκεῖν μὴ αἰδεῖσθαι ἐξιὼν ἐπανελθεῖν ὑπέσχησαι. ὁ δὲ Σίμων ταῦτα ἀκούσας ὑπὸ ὀργῆς τοὺς ὀδόντας βρύξας, σιωπῶν ἐπορεύθη. ὁ δὲ Πέτρος ἔτι ὥρας οὐκ ὀλίγης οὔσης τὸν πολὺν ὄχλον χειροθετήσας πρὸς ἴασιν καὶ ἀπολύσας, μετὰ τῶν συνηθεστέρων εἰσιὼν οἴκοι ἐκαθέσθη. καὶ δή τις τῶν ἀκολούθων Σοφονίας ὄνομα ἔφη· Eὐλόγηται, Πέτρε, ὁ θεὸς ὁ ἐκλεξάμενός σε καὶ σοφίσας ἀναπαύσεως μὲν ἕνεκεν τῶν εὐγνωμόνων· ἀληθῶς γὰρ μεγάλως καὶ ἀνεξικάκως διελέχθης πρὸς Σίμωνα. καὶ ἡμῖν δὲ περὶ πονηροῦ διαλεχθῆναί σε ἀξιοῦμεν, ἐλπίζοντες γνησιώ- τερόν σε ἡμῖν τὸν περὶ αὐτοῦ ἐκφᾶναι λόγον, καὶ ταῦτα οὐκ αὐτῆς ὥρας, ἀλλ' αὔριον, εἴ σοι φίλον ἐστί. συγγινώσκομεν γάρ σοι διὰ τοὺς ἐκ τῆς ζητή- σεως καμάτους. καὶ ὁ Πέτρος· Eἰδέναι ὑμᾶς θέλω ὅτι ὁ μετὰ ἡδονῆς ποιῶν τι ὑπ' αὐτῶν τῶν καμάτων ἀναπαύεται, μὴ ποιῶν δὲ ἃ βούλεται ὑπ' αὐ- τῆς τῆς ἀναπαύσεως κάμνει τὰ μέγιστα. ὥστε μοι τὰ μεγάλα τῆς ἀνα- παύσεως χαρίζεσθε, τὰ ἐμοὶ φίλα διαλέγεσθαι ποιοῦντες. πλὴν ἐπὶ τῇ προαιρέσει αὐτοῦ ἐξαρκεσθέντες καὶ τοῖς καμάτοις συγγνόντες εἰς τὴν νύκτα, ὡς αὐτῷ ἔθος ἦν πρὸς τοὺς γνησι<ωτέρους δια>λέγεσθαι, τὴν ὑπέρθεσιν γενέσθαι ἠξιώσαμεν. καὶ δὴ ἁλῶν μεταλαβόντες εἰς ὕπνον <ἐτρά>πημεν.