1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

155

τους τυφλοὶ ἀναβλέποντες καὶ χωλοὶ περιπατοῦντες καὶ νεκροὶ ἀνιστάμενοι· καὶ τῷ μὲν ἀνθίσταντο Ἰαννὴς καὶ Ἰαμβρής, τῷ δὲ Ἄννας καὶ Καϊάφας. Oὕτως οὐ πάντας δυσωπεῖ τὰ σημεῖα, ἀλλὰ μόνους τοὺς εὐγνώμονας, ὧν καὶ χάριν εὐδοκεῖ ὁ Θεὸς ἐπιτελεῖσθαι δυνάμεις ὡς σοφὸς οἰκονόμος, οὐ τῇ τῶν ἀνθρώπων ἰσχύϊ, ἀλλὰ τῇ ἑαυτοῦ βουλήσει. Ταῦτα δέ φαμεν ἐπὶ τῷ μὴ ἐπαίρεσθαι τοὺς λαβόντας χαρίσματα τοιάδε κατὰ τῶν μὴ λαβόντων. Χαρίσματα δὲ λέγομεν τὰ διὰ τῶν σημείων, ἐπεὶ οὐκ ἔστιν ἄνθρωπος πιστεύσας διὰ Χριστοῦ εἰς τὸν Θεόν, ὃς οὐκ εἴληφεν χάρισμα πνευματικόν. Aὐτό τε γὰρ τὸ ἀπαλλα γῆναι πολυθέου ἀσεβείας καὶ πιστεῦσαι Θεῷ Πατρὶ διὰ Χριστοῦ χάρισμά ἐστι Θεοῦ, τό τε ἀπορρίψαι τὸ ἰουδαϊκὸν κάλυμμα καὶ πιστεῦσαι, ὅτι εὐδοκίᾳ Θεοῦ ὁ πρὸ αἰώνων μονογενὴς ἐν ὑστέρῳ καιρῷ ἐκ παρθένου γεγέννηται δίχα ὁμι λίας ἀνδρός, καὶ ὅτι ἐπολιτεύσατο ὡς ἄνθρωπος ἄνευ ἁμαρτίας πληρώσας πᾶσαν δικαιοσύνην τὴν τοῦ νόμου, καὶ ὅτι συγχω ρήσει Θεοῦ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας ὁ Θεὸς Λόγος, καὶ ὅτι ἀπέθανεν καὶ ἐτάφη καὶ ἀνέστη διὰ τριῶν ἡμερῶν καὶ μετὰ τὴν ἀνάστασιν, τεσσαράκοντα ἡμέρας παρα μείνας τοῖς ἀποστόλοις καὶ πληρώσας πᾶσαν διάταξιν, ἀνε λήφθη ἐπ' ὄψεσιν αὐτῶν πρὸς τὸν ἀποστείλαντα αὐτὸν Θεὸν καὶ Πατέρα. Ὁ ταῦτα πιστεύσας, οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλὰ κρίσει καὶ πληροφορίᾳ, χάρισμα εἴληφεν ἐκ Θεοῦ, ὡσαύτως δὲ καὶ ὁ πάσης αἱρέσεως ἀπαλλαγείς. Μὴ οὖν τις τῶν ποιούντων σημεῖα καὶ τέρατα κρινέτω τινὰ τῶν πιστῶν μὴ ἀξιωθέντα ἐνεργεῖν· διάφορα γάρ ἐστιν τὰ τοῦ Θεοῦ χαρίσματα παρ' αὐτοῦ διὰ Χριστοῦ διδόμενα, καὶ σὺ μὲν εἴληφας τοῦτο, ἐκεῖνος δὲ ἄλλο τι, ἢ γὰρ λόγον σοφίας ἢ γνώσεως ἢ διακρίσεως πνευμάτων ἢ πρόγνωσιν τῶν μελλόντων ἢ λόγον διδακτικὸν ἢ ἀνεξικακίαν ἢ ἐγκράτειαν ἔννομον. Καὶ γὰρ καὶ Μωϋσῆς, ὁ τοῦ Θεοῦ ἄνθρωπος, ἐν Aἰγύπτῳ ἐπιτελῶν τὰ σημεῖα οὐ κατεπήρθη τῶν ὁμοφύ λων, καὶ θεὸς κληθεὶς οὐκ ἠλαζονεύσατο κατὰ τοῦ ἰδίου προφήτου Ἀαρών. Ἀλλ' οὔτε ὁ τοῦ Ναυῆ Ἰησοῦς, ἡγησάμενος μετ' αὐτὸν τοῦ λαοῦ κἂν τῷ πρὸς Ἰεβουσαίους πολέμῳ στήσας τὸν ἥλιον κατὰ Γαβαὼν καὶ τὴν σελήνην κατὰ φάραγγα Aἰλὼν διὰ τὸ μὴ αὐταρκεῖν πρὸς τὴν νίκην τὴν ἡμέραν, ἐπήρθη κατὰ τοῦ Φινεὲς ἢ τοῦ Χαλέβ· οὔτε Σαμουὴλ τοσαῦτα παράδοξα ποιήσας παρ' οὐδὲν ἡγήσατο τὸν θεοφιλῆ ∆αυίδ, καίτοι ἀμφότεροι προφῆται καὶ ὁ μὲν ἀρχιερεύς, ὁ δὲ βασιλεύς. Καὶ ἑπτὰ χιλιάδων ὑπαρχουσῶν