ἀθροίσεως, δι' ἣν καὶ δασύνεται τὸ ἅπας. δῆλον γὰρ ὡς οὐ τοσαύτη ἄθροισις μόνων τῶν ἄγχι θαλάσσης, ὁπόση τῶν ὅλων Ἑλληνικῶν νηῶν, ὧν πέπλησται ὁ ναύσταθμος. Ὅρα δὲ καὶ ὅτι ἐνεργητικῶς τε εἶπεν ἐρύσσομεν, καὶ παθητικῶς ἐρυσαίμεθα.] Τὸ δὲ ἕλκειν κοινότερόν ἐστι τοῦ ἐρύειν, ὃ καὶ ἐρύεσθαι λέγεται, ὡς δηλοῖ τὸ «ἐρύαται», καὶ τὸ «πάσας ἐρύσομεν, καὶ τὸ «ἐρυσαίμεθα νῆας ἁπάσας». ἥκει δ' ἐνταῦθα ὁ ποιητὴς δι' ἀμφοῖν, τρὶς μὲν εἰπὼν τὰ τοῦ ἕλκειν, τρὶς δὲ τὰ τοῦ ἐρύειν. Ἀπεριέργως δὲ καλλωπίζει κατὰ τὸ παρατυχὸν ὁ βασιλεὺς τὴν φράσιν παρίσοις τῷ ἕλκωμεν ἐρύσομεν ὁρμίσομεν. ἄλλως γὰρ οὐκ ἐχρῆν πρὸς κάλλος ἄρτι λαλεῖν. (ῃ. 77) Τὸ δὲ «ὕψι ἐπ' εὐνάων ὁρμίσομεν», ὅπερ ἀλλαχοῦ «ὑψοῦ 3.581 ἐν νοτίῳ» φησίν, ἐρρέθη διὰ τὰ ὑπερυψῶσθαι τὸ παραιγίαλον ὕδωρ τῆς ὑποκειμένης ψάμμου ἢ γῆς, ὅθεν καὶ ἀναγωγὴ ὁ ἀνάπλους καὶ ἀνάγεσθαι μὲν τὸ ἐξ ὅρμου ἀναπλέειν, κατάγεσθαι δὲ τὸ καταπλέειν καὶ προσορμίζεσθαι. [Εἰπεῖν δὲ καὶ ἄλλως, τριχῇ λεγομένου. τοῦ ὕψι καὶ ὑψοῦ ἐπὶ νηῶν τοιούτων, ἑνὸς μὲν τοῦ «ὑψοῦ ἐν νοτίῳ», ἡνίκα δηλαδὴ ἔποχος ἡ ναῦς ὕδατι γένηται, ἑτέρου δὲ τοῦ «ὑψοῦ ἐν χέρσῳ» κατὰ τὰς ἐνταῦθα εἱλκυσμένας πρὸς τῷ τείχει, καὶ τρίτου τοῦ «ὑψοῦ ἐν ψαμάθοις», ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται, τοιοῦτόν τι ἐνταῦθα τὸ «ὕψι ἐπ' εὐνάων», ὡς διὰ τὸ πρόκροσσον τῶν μὲν ἄλλων νηῶν ἐνδοτέρω μελλουσῶν εἱλκύσθαι, τοῦ δὲ τελευταίου στίχου ὁρμισθησομένου ἐν ψαμάθοις ἐπ' εὐνάων, ἃς εἰκὸς μὴ μόνον ἀγκύρας νοεῖσθαι, ἀλλὰ καὶ τὰ ὑποκείμενα ταῖς ναυσὶν ἕρματα.] Εὐναὶ δὲ αἱ ἄγκυραι, ὡς τὴν νῆα κατευνάζουσαι μετεωριζομένην ἀφ' ὕδατος. Ὁρμίζειν δὲ τὸ ἐπὶ ὅρμου ἱστᾶν. οὗ διαφορὰ πρὸς τὸ ὁρμεῖν ὡς τοῦ πλουτίζειν καὶ σωφρονίζειν πρὸς τὸ πλουτεῖν καὶ σωφρονεῖν. ὁρμεῖ μὲν γὰρ ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα. ὅλον δὲ τὸ «ὕψι δ' ἐπ' εὐνάων ὁρμίσομεν» προκρόσσας ἐς πόντον ὁρμισθῆναι τὰς ναῦς δηλοῖ, ὁποῖόν τι Ἡρόδοτος ἔφη, ὡς προδεδήλωται. (ῃ. 78) Τὸ δὲ «νὺξ ἀβρότη» ἐντελῶς ἐρρέθη. ὅτε γὰρ ἀβρότη μόνον ῥηθείη, λείπει τὸ νύξ. ἔστι δὲ ἀβρότη κατὰ μὲν τὸν κοινόν, ἐν ᾗ βροτὸς οὐ πρόεισιν, ὅθεν καὶ ἄβροτός, φασίν, ἐρημία παρ' Αἰσχύλῳ, ἢ ὁπηνίκα βρότος, ἤγουν κατὰ πόλεμον μολυσμός, οὐ γίνεται, ὡς λυομένων τότε τῶν παρατάξεων διὰ τὸ ἀγαθὸν εἶναι νυκτὶ πείθεσθαι. ὅθεν καὶ ὁ δόρπος σύγκειται, ὡς τότε δηλαδὴ παυομένου τοῦ δουρός, ἤτοι τοῦ πολέμου. Καὶ 3.582 ἄλλως δέ, ἀβρότη μεταληπτικῶς, ὥς που καὶ προερρέθη σαφέστερον, ἡ ἄφως κατὰ τοὺς παλαιούς, ἐν ᾗ φῶς οὐκ ἔστι. τὸ φῶς γάρ, φασίν, ὁμόφωνόν ἐστι τῷ φώς, ἀρσενικῷ ὀνόματι, ὅπερ ἐστὶ βροτός, ὅθεν κατὰ μετάληψιν ἀβρότη ἡ ἄφως, τουτέστιν ἀφώτιστος. Καὶ ὅρα παλαιὰν τόλμαν ἐτυμολογίας ταύτης ἀχρειούσης τὰ σπουδαῖα. διθυραμβώδης γάρ ἐστι καὶ ὁμοία ἐκείνοις, ἐν οἷς Οὐδεὶς μὲν λέγεται ὁ Ὀδυσσεύς, ὡς Οὖτις ἐν Ὀδυσσείᾳ κληθείς, ἡ ποιμενικὴ δὲσῦριγξ ἕλκος διὰ τὴν ὁμώνυμον ἐν ποσὶ σύριγγα, ἥτις ἐστὶν εἶδος ἑλκώσεως, καὶ ὅσα ἄλλα τοιαῦτα. Τὸ δὲ «ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο» ἐπεμβληθὲν ἔχεται λόγου διὰ τὸ ῥηθέν που ὑφ' Ἕκτορος, ὃς ἤθελε μὴ ἀσπουδεὶ νύκτωρ φυγῇ χρήσασθαι τοὺς Ἀχαιούς. [(ῃ. 80) Τὸ δὲ «οὐ γάρ τις νέμεσις» ἤρτηται κατὰ σχῆμα τοῦ «οὐ νέμεσις τοιῇδ' ἀμφὶ γυναικί» τοὺς δεῖνα «πολὺν χρόνον ἄλγεα πάσχειν». εἰ δὲ καὶ ὁμοίως ἄμφω ἐσχημάτισται, ὅμως ἐκεῖνο τὸ ἐν τῇ γʹ ῥαψῳδία κείμενον πολὺ τὸ σεμνὸν ἔχει διὰ τὴν ἐπαγομένην ἀνεμέσητον ἐπὶ τῇ Ἑλένῃ ἔννοιαν. Τῆς γὰρ καλλίστης Ἑλένης παρούσης ἐν τῷ Τρωϊκῷ τείχει καὶ νικώσης πρὸς ἀλήθειαν τούς τε ἄλλους δημογέροντας καὶ τὸν βασιλέα Πρίαμον, ἐχθρόν, φασίν, ὄντα, οὐδέν τι ἀπᾷδον ἐλαλήθη, ἀλλὰ πάντα τοιαῦτα, οἷα θαυμάζεσθαι διὰ πολλὴν σεμνότητα, οὐ μὴν ὁποῖα Ἑρμῆς ἔπαιξεν ἐν Ὀδυσσείᾳ, αἱρούμενος ἀπείροσι σφιγχθῆναι στερροῖς δεσμοῖς, εἰ μόνον εὕδοι παρὰ τῇ χρυσῇ Ἀφροδίτῃ. καὶ οὕτω μὲν ἐκεῖνο τὸ «οὐ νέμεσις» ὑψηλότερον τοῦ ἐνταῦθα.] (ῃ. 81) Τὸ δὲ «φεύγων προφύγῃ κακόν» δι' ἐνάργειαν διπλοῦται, ἵνα δηλώσῃ, ὅτι τὸ ῥηθὲν οὐκ ἔστιν ἁπλῶς φυγεῖν, ἀλλὰ προφυγεῖν κακόν, ἤτοι φυγεῖν αὐτὸ πρὸ τοῦ ἐπελθεῖν. Τὸ δὲ «ἁλῴη» ἐκ τοῦ