1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

155

Ἀλεξανδρείας εʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Ἐπιφανὴς ἔτη κδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εςζʹ. Ἀντίοχος ὁ μέγας Πτολεμαίῳ τῷ Ἐπιφανεῖ φιλωθεὶς Κλεοπάτραν ἔγη με θυγατέρα αὐτοῦ καὶ λόγῳ φερνῆς αὐτῆς Συρίαν, Φοινίκην Σαμάρειάν τε καὶ Ἰουδαίαν ἔλαβε παρ' αὐτοῦ, ἣν πρὸ μικροῦ λαβὼν ἦν διὰ Σκοπᾶ στρατηγοῦ ὁ Πτολεμαῖος. Πτολεμαῖος ὁ Ἐπιφανὴς τὴν Ἰουδαίαν καὶ ἄλλας πόλεις τῆς Συρίας πέμψας ἐχειρώσατο διὰ Σκοπᾶ στρατηγοῦ. πρὸς ὃν Ἀντίοχος ὁ μέγας αὖθις πολεμήσας ταύτας ἐχειρώσατο, συμμαχούντων αὐτῷ καὶ Ἰουδαίων, οἷς δι' ἐπιστολῶν πολλὰ μαρτυρήσας δωρεαῖς μεγάλαις ἐτίμησεν. Ὑρκανὸς Ἰωσήππου παῖς στρατηγοῦ τῶν Ἰουδαίων πρὸς Πτολεμαῖον 342 ἐλθὼν καλῶς ὑπεδέχθη. οἱ δὲ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτὸν στασιάσαντες μεγάλης ταραχῆς αἴτιοι γεγόνασιν Ἰουδαίοις. Πτολεμαίου τοῦ Ἐπιφανοῦς ἀποθανόντος κδʹ ἔτει τῆς βασιλείας αὐτοῦ δύο παῖδες αὐτοῦ Πτολεμαῖοι τὴν ἀρχὴν μετ' αὐτὸν διεδέξαντο, ὧν ὁ πρεσβύτερος Φιλομήτωρ ἐπεκέκλητο, ὁ δὲ νεώτερος Εὐεργέτης. πρὸς ἀλ λήλους δὲ στασιάζοντες ἐναλλὰξ ἐβασίλευσαν. διὸ καὶ σύγχυσις γέγονε περὶ τοὺς χρόνους αὐτῶν. πρῶτος γὰρ ὁ Φιλομήτωρ μόνος ιαʹ ἔτη ἐβασί λευσεν, εἶτα ὑπὸ Ἀντιόχου ἐξεβλήθη ἐπιστρατεύσαντος κατ' αὐτοῦ εἰς Αἴγυπτον καὶ ἀφελόντος αὐτοῦ τὸ διάδημα κρατεῖ τῶν πραγμάτων Πτο λεμαῖος ὁ Εὐεργέτης ὁ νεώτερος ἀδελφὸς τοῦ Φιλομήτορος γνώμῃ τῶν Ἀλεξανδρέων. διώκεται δὲ καὶ Ἀντίοχος, λυτρωθέντος καὶ τοῦ Φιλομήτορος, καὶ βασιλεύουσιν οἱ δύο ἀπὸ τοῦ ιβʹ ἔτους ἕως τοῦ ιζʹ. ἐχρημάτισεν οὖν παρὰ Ἀλεξανδρεῦσι τῷ ιβʹ τοῦ Φιλομήτορος ἔτει πρῶτον ἔτος τοῦ Εὐεργέτου, καὶ ἐβασίλευσαν οἱ δύο ἐν ὁμονοίᾳ ἀπὸ τούτου τοῦ ιβʹ ἔτους τοῦ Φιλομήτορος ἕως τοῦ ιζʹ ἔτους αὐτοῦ, ςʹ δὲ τοῦ Εὐεργέτου. καὶ πάλιν στασιάζουσι κατ' ἀλλήλων, καὶ χρηματίζει ἀπὸ τοῦ ιηʹ ἔτους μόνου τοῦ Φιλομήτορος ἡ κατ' Αἴγυπτον ἀρχή, παραχωρήσαντος τῷ ἀδελφῷ τὴν Λιβύης καὶ Κυρήνης ἀρχὴν μετὰ τὴν ἐν Κύπρῳ μάχην, καθ' ἣν ἐλαττω θεὶς ὁ νεώτερος Πτολεμαῖος ἀβλαβὴς ἔμεινε, φιλανθρώπως αὐτῷ χρησα μένου τοῦ πρεσβυτέρου καὶ μὴ μόνον τὴν εἰρημένην ἐγχωρήσαντος αὐτῷ χώραν, ἀλλὰ καὶ σίτου πλῆθος λαμβάνειν κατ' ἐνιαυτόν, τοῦτο μὲν διὰ χρηστότητα καὶ συγγένειαν φυσικήν, τοῦτο δέ, ὥς φασι, καὶ διὰ τὸν ἀπὸ τῶν Ῥωμαίων φόβον ὑπερασπιζομένων αὐτοῦ. κρατεῖ γοῦν ὁ αὐτὸς Φιλο μήτωρ μετὰ τὸ ιζʹ ἔτος ἄλλα ἔτη ιηʹ. οὗ κατὰ τὴν Συρίαν ἀποθανόντος (ἐγκρατὴς γὰρ καὶ τῶν ἐκεῖσε γέγονε τόπων) μετακληθεὶς ἐκ Κυρήνης ὁ Εὐεργέτης λεγόμενος βʹ κρατεῖ τῆς Αἰγύπτου λοιπὰ ἔτη κθʹ μόνος μετὰ θάνατον τοῦ πρεσβυτέρου ἀδελφοῦ, ὡς γίνεσθαι τὸν ἅπαντα χρόνον τῶν ἑκατέρων ἀδελφῶν λεʹ καὶ κθʹ, ἤτοι ἔτη ξδʹ. ∆ιόδωρος δέ φησιν ὅτι ιεʹ ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσε μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολ λάς τε παρανομίας διεπράξατο, τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς περιβαλὼν ψευδῶς ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς οὐσίας αὐτῶν ἀφαι ρούμενος. 343 ΣΥΡΙΑΣ ΚΑΙ ΑΣΙΑΣ ΒΑΣΙΛΕΙΣ Συρίας καὶ Ἀσίας δʹ ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, ὁ ἐπικληθεὶς Καλλίνικος, ὁ αὐτὸς καὶ Σέλευκος, ἔτη καʹ. τοῦ δὲ κόσμου ἦν ἔτος εσληʹ. Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ' αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτιστοῦ, διὰ τοιαύ την αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι, δι αμαρτήσας ἀνῃρέθη παρ' αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασι λεύει Περσῶν Ἀρσάκης, ἀφ' οὗ οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ' αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ. Συρίας εʹ ἐβασίλευσε Σέλευκος ὁ καὶ Ἀλέξανδρος, υἱὸς Σελεύκου τοῦ