155
αὑτῷ πεῖσαι προσέχειν καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἄγειν. ἡμεῖς δὲ τὰ τοιαῦτα ὁρῶντες μάλιστα ἐν ταῖς ἀρχαῖς, οἰόμενοι αὐτὸν δόξης ἐπιθυμοῦντα καὶ ἐπαίνων, εἰς ἃ μάλιστα ἐπτόηνται οἱ δοκοῦντες εὐτυχεῖν, τοῖς τοιούτοις ἠσχολῆσθαι, ἐποιούμεθα τὰ πραττόμενα οὐκ ἐν δεινῷ· ὡς δὲ τοῦ χρόνου τριβομένου, τὴν ἐν τοῖς τοιούτοις σπουδὴν μείζω τοῦ προσήκοντος γινομένην ἑωρῶμεν, ὑποπτεύειν ἐπῄει, μὴ οὐχὶ εὐδοξίας ἕνεκα τὰ τοιαῦτα αὐτὸν ἐπιτηδεύειν, ἀλλά τινος ἑτέρου χάριν ἀποῤῥητοτέρου, καὶ περιεργότερον προσείχομεν τοῖς γινομένοις. ὡς δὲ τὰ τοιαῦτα ἐρευνῶσιν ἐμηνύετο, ὡς οὐδὲ ἁπλῶς καὶ ἀπεριέργως αἱ φιλίαι γίνωνται τῶν συνισταμένων πρὸς αὐτὸν, ἀλλ' ὅρκοις διδόντων πίστεις ἰσχυρὰς καὶ λαμβανόντων παρ' αὐτοῦ, τότ' ἤδη ἐν πλείονι ἦμεν ὑποψίᾳ τοῦ μεγάλα τινὰ κακουργεῖν αὐτὸν, καὶ τοὺς ὅρκους ἐφ' ὁποίοις γίνονται ἀκριβῶς διηρευνῶμεν. ἐμηνύετο δ' ὑπ' αὐτῶν τῶν τὰ τοιαῦτα συνειδότων, ὡς πρῶτον μὲν γίνοιντο οἱ ὅρκοι ἐπὶ τῷ αὐτοὺς φίλους εἶναι Συργιάννῃ καὶ αὐτὸν αὐτοῖς, καὶ τὰ συνοίσοντα ἀλλήλοις ἐκ παντὸς τρόπου πράττειν ἑκατέρους· ἔπειτα ἂν συμβῇ βασιλέα τρόπῳ δή τινι τελευτῆσαι, μὴ ἕκαστον ἐφ' ἑαυτοῦ ὅ,τι ἂν δοκῇ συνοῖσον πράττειν, ἀλλὰ κοινῇ σκεψαμένους, τὰ δοκοῦντα 1.440 Συργιάννῃ λυσιτελεῖν ποιεῖν. ὅτι δὲ ἀληθῆ, μάρτυρας παρέξομαι τῶν λεγομένων. σὺ μὲν οὖν ἂν εἰδείης, ὦ βασιλεῦ, ὅ,τι χρὴ ἀποφαίνεσθαι περὶ αὐτῶν· ἐμοὶ δὲ ἐδόκει τῶν ἀτοπωτάτων, ὑπὸ βασιλέα τινὰ τελοῦντα καὶ δουλείαν ὁμολογοῦντα ὀφείλειν, τοιούτοις ἐγχειρεῖν. ἐπυθόμην δὲ καὶ τῶν πρώτων τῶν ἐμῶν ἐγὼ, ὡς τὰ τοιαῦτα τολμώμενα παρὰ τῶν ὑπηκόων ἀποστασίαν καὶ ἀπιστίαν πάντων μάλιστα ἂν αὐτῶν κατηγοροίη. διὸ οὐδὲ ἠνεσχόμην σιγῇ φέρειν, ἀλλ' ἐπὶ σοῦ τὰ τοιαῦτα κατηγόρηκα αὐτοῦ, νομίζων οὐκ ἔλαττον εἶναι τοῦ συμπράττειν πρὸς τὰ φαῦλα τὸ συνειδότα μὴ ἐλέγχειν εἰς κατηγορίας λόγον.» Τοιαῦτα Τζαμπλάκωνος διεξιόντος, ἀδικεῖσθαι καὶ συκοφαντεῖσθαι διετείνετο ὁ Συργιάννης καὶ καταψεύδεσθαι Τζαμπλάκωνα αὐτοῦ, πλασάμενον διαβολὰς ἔχθει παλαιῷ τῷ πρὸς αὐτὸν, ὅτι τοὺς υἱοὺς, βασιλέως ἀποστάντας, στρατηγὸς κατ' αὐτῶν ἐκπεμφθεὶς χειρώσαιτό τε καὶ δεσμώτας πρὸς βασιλέα ἀπαγάγοι. Τζαμπλάκων δὲ τῶν μὲν υἱῶν αὐτῷ μέλειν ἔλεγεν ὀλίγα ἢ οὐδὲν, ὡς οὔτε ὀνησόντων οὐδὲν, ἂν βελτίους ὦσιν, οὔτε προστριψομένων τινὰ αἰσχύνην, ἂν φαίνωνται κακοί· βασιλεῖ γὰρ μελήσειν ὅπη ἂν διάθηται τὰ κατ' αὐτοὺς, ὄντας ὑπηκόους. ἔχθει δὲ τῷ πρὸς ἐκεῖνον κατηγορηκέναι, οὐκ ἂν ἔξαρνος γενέσθαι. οὐ γὰρ ἂν δύναιτο κακῷ γενομένῳ περὶ βασιλέα μὴ ἐχθραίνειν. ἐδεῖτό τε βασιλέως μηδένα αὐτῶν ἐᾷν οἴκαδε ἀναχωρεῖν, ἀλλ' αὐτῷ συνδιατρίβειν, 1.441 ἄχρις ἂν μεταπεμψάμενος τοὺς μαρτυρήσοντας τοῖς εἰρημένοις, ἀπελέγξῃ διαῤῥήδην, ὡς οὐδὲν ἂν εἴη ὧν κατηγόρηκε πλάσμα καὶ συκοφαντία, ἀλλ' αὐτὰ τὰ γεγενημένα ὑπ' αὐτοῦ. βασιλεὺς δὲ δίκαιά τε Τζαμπλάκωνα ἐπεψηφίζετο ἀξιοῦν καὶ προσέταττεν οὕτω πράττειν. ἀξιοῦντος δὲ καὶ Συργιάννη προσκαλεῖσθαί τινας, οἳ ἀδικούμενον αὐτὸν καὶ συκοφαντούμενον ἀποφανοῦσιν, ἐπέτρεπε καὶ αὐτῷ πᾶν ὅπερ ἂν ᾖ πρὸς ἀπόδειξιν τῆς ἀληθείας ἐξεῖναι πράττειν. τοὺς μὲν οὖν συμμαρτυρήσοντας αὐτοῖς ἐπὶ τῆς δίκης αὐτίκα ἔπεμψαν τοὺς κομιοῦντας· αὐτοὶ δὲ συνόντες βασιλεῖ, παρεσκευάζοντο ὡς ἐπὶ δίκην. κγʹ. Τῆς ἡμέρας δὲ ἐκείνης παρελθούσης, ἐπεὶ ἐπεγένετο ἡ νὺξ περὶ μέσην, ὁ Συργιάννης εἰς τὴν οἰκίαν τὴν μεγάλου δομεστίκου ἀπελθὼν, ἐδεῖτο μὴ περιϊδεῖν ὑπὸ συκοφαντίας τὰ ἔσχατα προσδοκῶντα πείσεσθαι δεινὰ, ἀλλὰ χεῖρα σώζουσαν παρασχεῖν καὶ μὴ διὰ τὸ προσκεκρουκέναι ἀφειδῆσαι κινδυνεύοντος, ἀλλὰ πρόνοιάν τινα ποιήσασθαι αὐτοῦ. αὐτῷ μὲν γὰρ ὁμολογεῖν προσκεκρουκέναι, πεισθέντα φαύλοις ἀνθρώποις καὶ διεφθορόσι καὶ ψευδομένοις ὡς τὰ πολλὰ, καὶ διὰ τοῦτο αὐτόν τε ἑαυτοῦ κατηγορεῖν πολλὴν ἀγνωμοσύνην καὶ αὐτῷ ἐφιέναι ἣν ἂν ἐθέλοι δίκην λαμβάνειν παρ' αὐτοῦ. περὶ βασιλέα δὲ μηδὲν ἑαυτῷ κακῷ γενομένῳ συνειδέναι, ἀλλ' ἄκρατον εἶναι τὴν διαβολήν. οὗ δὴ ἕνεκα αὐτοῦ δεῖσθαι συγγνῶναί τε αὐτῷ τῆς περὶ αὐτὸν