155
ἐνενόησαν, αλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ' αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα ̓Αρχέλαον καὶ οσους τῶν αλλων οιδεν ἐπιφανεῖς ἀξιώμασι, μετ' ἐκείνων τὸ δέον σκοπεῖν. Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ ̔Ηρώδης ἐκάλει πρὸς τὸ συνέδριον ους ἐβούλετο, ̓Αρχέλαον δι' εχθραν παραιτησάμενος, η καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ. ηδη δὲ συνηγμένων τῶν τε ἡγεμόνων καὶ τῶν αλλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι' αὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οις οὐδὲν ἐγέγραπτο ετερον η οτι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν εχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ος ἐκέλευεν, ει του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ ουτως ἀποκτείνειν. οπερ ελεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀναμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ ̔Ηρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν 1.390 ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον· καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ ̔Ηρώδου υἱῶν, ἀλλ' οὐ μέντοι καὶ κτείνειν, οἱ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. ̔Ηρώδης δὲ ηκεν εἰς Τύρον καὶ τοὺς παῖδας αγων. ὡς δὲ ηλθον εἰς Καισάρειαν, μετέωροι πάντες ησαν, ποῖ τὰ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ην δὲ ἀκίνδυνον ουτε τι ὑπὲρ ἐκείνων εἰπεῖν ουτ' ἀκούειν ἑτέρου λέγοντος, ἀλλ' ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους εφερον τὴν ὑπερβολήν. Στρατιώτης δέ τις ονομα Τήρων, υἱοῦ αὐτῷ καθ' ἡλικίαν οντος ̓Αλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ελεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος "ποῖ ποτέ σοι" εφη "ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; ειτα οὐ σκέψῃ τί τὸ πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ακρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ' ἑνὶ παιδὶ καὶ συγγενέσιν ων αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις οτι καὶ τῶν οχλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ελεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν;" ηκουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τήρων ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν ̔Ηρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας εχειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ 1.391 Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· εσεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ ̓Αλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ησαν ὁ Τήρων τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κουρεύς. διακαρτεροῦντος δ' ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, εφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ελεγεν ειναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ δι' αὐτοχειρίας τὸν Τήρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ' ̔Ηρώδης οὐδὲν ετι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν ̓Αλέξανδρός τε καὶ ̓Αριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δ' εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· ους οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν. ̓Αντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα ην ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ εθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ' αὐτοῦ. τὴν δὲ