155
ὁμαλόν. Ειλυμα. παρὰ τὸ εἰλῶ, εἰλύσω, ειλυμα, τὸ σκέπασμα η τὸ ἱμάτιον. Ειμα. ενδυμα, ἱμάτιον. Εἰνοσίφυλλον. ενθα κινοῦνται τὰ φύλλα, παρὰ τὴν ενοσιν, ο σημαίνει τὴν κίνησιν. ενωσις δὲ ἡ μίξις, μέγα. εἰνοσίφυλλον ορος-. Ειρια. μαλλία. ειριά τε ῥοδόεντα δέχευ- καὶ εἰροκόμος ὁ τῶν μαλλίων ἐπιμελητὴς, καὶ εἰροπόνος ὁ τὰ ερια πονῶν καὶ ἐργαζόμενος. Εἰρέσιον. πόλις Βοιωτίας. Εἰς δέον. ἀντὶ τοῦ εὐκαίρως σε ευρον. epsilon.637 Εἰκότα. ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὰ συμβησόμενα. καὶ εἰκότων ἀντὶ τοῦ ὁμοίων. συμπλάττων ἀπὸ τῶν εἰκότων. Εἰλατινόν. ὁ οζος. καὶ εἰλατινὸν ην τὸ φυτόν. Εἰς εν ἰόντα. ὁμοῦ πορευόμενον. Εἰς εν ηλθον. ἀντὶ τοῦ ὡμονόησαν. Εἰσιτήρια. ἡμέρα ἑορτῆς, ἐν ῃ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, ουτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ετους οἱ ̓Αθηναῖοι νενομίκασιν. Εἰς καλόν. εὐκαίρως. καὶ εἰς καιρὸν ἀντὶ τοῦ εὐκαίρως. Εἰς νέωτα. εἰς τὸ ἐπιόν. ὡς πολεμήσων εἰς νέωτα. καὶ ἐς νέωτα. ( ̔Ρῆμα.) ̓Εΐσκω. τὸ ὁμοιῶ. εικω, εισκω πλεονασμῷ τοῦ ς, καὶ διαιρέσει τῆς ˉεˉι διφθόγγου ἐΐσκω. Ειασκεν. ἀπὸ τοῦ ἐῶ, ἐᾷς, ἐᾷ. καὶ ὁ παρατατικὸς ειων, ειας. ἐκ τούτου ειασκεν ἀποβληθέντος τοῦ ˉι. ἀπεβλήθη δὲ τὸ ἰῶτα, ἐπειδὴ τὰ τοιαῦτα ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν εκτασιν. οιον ετυπτον, ετυπτες, τύπτεσκεν. ηγον, ηγες, ηγεσκεν. ουτως ουν ἀπὸ τοῦ ειας ειασκε, πλεονασμῷ τοῦ ἰῶτα. Εια δή. αγε δή. Εια. συνεχώρει. Ειασεν. ἀφῆκεν. epsilon.638 Ειαται. κάθηται. οιον· ειαται αγχι νεῶν. ἀπὸ τοῦ εαται, πλεονασμῷ τοῦ ἰῶτα. ωσπερ κέαται. δοιοὶ γάρ τε πίθοι κατακείαται- πλεονασμῷ τοῦ ˉι. ουτως ̔Ηρωδιανός. Ειατο. ἐκάθητο. οιον· ειατο ἐνὶ μεγάροισιν- ημην, ὁ παρατατικὸς, ητο, ̓Ιωνικῶς εατο, ποιητικῶς ειατο. η εστιν ἐῶ, εημι, τὸ πρῶτον τῶν πληθυντικῶν εεμεν. τὸ παθητικὸν εεμαι καὶ κράσει ημαι. ὁ παθητικὸς ἐέμην καὶ ημην, τὸ δεύτερον ησο, τὸ τρίτον ητο, καὶ ̓Ιακῶς εατο καὶ ειατο. Ειβεσθαι. δακρύειν. στάζειν. υδωρ ειβουσαι. τὸ δὲ ειβω ἀπὸ τοῦ λείβω τὸ στάζω, ἀποβολῇ τοῦ λ. καὶ ὁ ̔Ησίοδος· τῶν καὶ ἀπὸ βλεφάρων ερως ειβεται. Ει γάρ. ειθε γάρ. τὸ δὲ ειθε ἀντὶ τοῦ αμποτε. *Ειδεσαν. εμαθον.* Εἰδείην. ἀντὶ τοῦ γνοίην. Εἰδήσουσι. γνωρίσουσι. Εἰδήσεισ. μάθῃς. Εἰδήσειν. εστιν ειδω, καὶ εἰδῶ περισπώμενον. ὁ μέλλων εἰδήσω καὶ εἰδήσειν. Εἰδῇσ. ἀντὶ τοῦ γνῷς. καὶ εἰδῇ. ̓Ιστέον, οτι τὸ ειδω διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, ὡς epsilon.639 δηλοῖ τὸ οιδα. τούτου ἡ μετοχὴ εἰδώς. καὶ ἐπειδὴ τὰ εχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ˉνˉτ κλινόμενα εἰς ˉηˉν καθαρὸν εχει τὸ εὐκτικὸν, οιον, εἰδείην, ὀφθείην, τυφθείην, δαρείην· αυτη δὲ ἡ μετοχὴ εἰς ˉς μὲν λήγουσα μετ' ὀξείας τάσεως, ἀλλ' οὐ κλίνεται μετὰ τοῦ ντ, οὐκ ωφειλεν ειναι τὸ εὐκτικὸν εἰδείην· ἀλλ' ωσπερ ἀπὸ τοῦ περιπατοῖμι γίνεται περιπατοίην, κατὰ τὴν τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ˉο εἰς ˉε. καὶ ἐπειδὴ εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικὸν, τὰ δὲ εἰς ˉηˉν καθαρὸν εχοντα τὸ εὐκτικὸν εἰς ˉω, μετὰ περισπωμένου τόνου εχουσι τὸ ὑποτακτικόν. οιον, τυφθείην, ἐὰν τυφθῶ, λεχθείην, ἐὰν λεχθῶ. τούτου χάριν τὸ ὑποτακτικὸν ἐὰν εἰδῶ μετὰ περισπωμένου τόνου. οιον· -οφρ' ευ εἰδῶ. τοῦ κανόνος ἀναγκάζοντος αὐτὸ βαρύνεσθαι. οὐ γὰρ εχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, οιον τυφθεὶς τυφθέντος, ἐὰν τυφθῶ. εἰδὼς γὰρ εἰδότος ἐστὶν, οὐκ ωφειλεν αρα περισπᾶσθαι. ἀλλὰ διὰ τὴν ῥηθεῖσαν αἰτίαν περιεσπάσθη. Ειδω. τὸ γινώσκω. συντάσσεται δὲ μετὰ αἰτιατικῆς. Ειδω. τὸ κτίζω. ὁ μέλλων εισω. Εἰδώσ. ὁ γινώσκων. ἀπὸ τοῦ ειδω τὸ γινώσκω. Εἰδομένη. ὁμοιωθεῖσα. epsilon.640 Ειεν. ταῦτα μὲν ουτως εχουσιν. η αὐτάρκως περὶ τούτων ειρηται. η ἀντὶ τοῦ, ταῦτα μὲν ουτως. καλεῖται δὲ τοῦτο ἀπόθεσις τοῦ πρώτου λόγου. Ειην. γενοίμην, ὑπαρξαίμην. Ειη. ἀντὶ τοῦ ὑπάρχει. Ειθε. ἀντὶ τοῦ αμποτε. τὸ ειθε ὁριστικῷ μᾶλλον η ἀπαρεμφάτῳ συντάσσεται. ̓Αριστοφάνης· ειθ' ἐξεκόπην πρότως τὸν ὀφθαλμὸν λίθῳ. καὶ Πλάτων· ειθ' εγραψεν, ὡς χρὴ πένητι μᾶλλον η πλουσίῳ. καὶ ὁ ποιητής· ειθ' ως ἡβώοιμι-. ειθε. ἀπὸ τοῦ ει γέγονεν ειθε. Εικειν. ὑποχωρεῖν. Εικω. τὸ