155
ταῖς κατὰ σοῦ βλασ φημίαις κεντοῦμαι, ὡς τούτων γενόμενος πρόξενος. Τὸ μέν τοι κατέφαγέ με, κατηνάλωσέ με, εἴρηκεν ὁ Σύμμαχος. ιαʹ, ιβʹ. "Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν." Ἐπὶ τούτοις ἀνιῶμαι, καὶ νη στείᾳ κατατήκω τὸ σῶμα. Ἀλλὰ καὶ τοῦτο πρόφα σις ἐκείνοις ἐγένετο γέλωτος. Τρύχω δὲ ἐμαυτὸν, καὶ τῇ τοῦ σάκκου περιβολῇ τὸ πένθιμον περικείμε νος σχῆμα. Καὶ τοῦτο μέν τοι κωμῳδίας ἔλαβον ἀφορμὴν οἱ παράνομοι." ιγʹ. "Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύ λαις, καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον." Καὶ ἐν συλλόγοις, φησὶ, καὶ ἐν συμποσίοις, τὰ ἐμὰ θρυλλοῦσι καὶ κωμῳδοῦσι κακά. Πάλαι γὰρ παρὰ τὰς πύλας τοῖς συνεδρίοις ἐχρῶντο. ιδʹ. "Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύ ριε." Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοῦ δὲ ἡ προσευχή σοι, Κύριε. Τούτων, φησὶ, γινομένων, ἐγὼ πρὸς σὲ τείνω τὸ ὄμμα, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. "Καιρὸς εὐδοκίας, ὁ Θεός." Ὁ δὲ Σύμ μαχος οὕτως, Καιρὸς διαλλαγῆς ὁ Θεός. Ἱκανὴ, φησὶ, ἡ ἐπενεχθεῖσά μοι τιμωρία. Καιρὸς ταύτην λυθῆναι, καὶ τὴν σὴν φιλανθρωπίαν ἀναφανῆναι. Εὐδοκίαν γὰρ τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ κα 80.1405 λεῖ. "Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου· ἐν ἀληθείᾳ τῆς σωτηρίας σου." Μὴ τοῖς ἐμοῖς πλημ μελήμασι μετρήσῃς τὴν τιμωρίαν, ἀλλὰ τῷ ἀμε τρήτῳ τῆς σῆς φιλανθρωπίας ἐλέῳ. Χρῆσαι δὲ τῇ ἀληθῇ καὶ δικαίᾳ σου ψήφῳ κατὰ τῶν εἰς ἐμὲ τοσαῦτα δρώντων κακά. Εἶτα τροπικῶς πάλιν ἀπαριθμεῖται τὰς συμφορὰς, ἀνακινεῖν πειρώμενος τῇ διηγήσει τὸν ἔλεον. ιεʹ. "Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ." Ἔοικα τοῖς εἰς βόθρον τελματώδη πίπτουσι, καὶ θά νατον ὑπομένουσι· διὸ παρὰ σοῦ τὴν σωτηρίαν αἰτῶ. "Ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων." Αἰτῶ δὲ ἀπαλλαγῆναι καὶ τῶν πολεμίων, καὶ τῶν ὑπὸ τούτων ἐναγομένων κακῶν. Βάθος γὰρ ὑδάτων τὰς ὑπ' ἐκείνων ἐπαγο μένας ἐκάλεσε τιμωρίας. ιʹ. "Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός." Μὴ γένωμαι, φησὶ, τῷ πλήθει καὶ τῷ μεγέθει τῶν κακῶν ὑποβρύχιος. "Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ." Μὴ ἀπ αγορεύσῃς, φησὶ, ∆έσποτα, τὴν ἐμὴν σωτηρίαν· μηδὲ κλείσῃς μοι τῆς φιλανθρωπίας τὴν θύραν. Οἱ γὰρ εἰς φρέαρ ἐμπίπτοντες, ἀνεῳγότος μὲν ἔχουσι τοῦ στόματός τινα μικρὰν ἐλπίδα τῆς ἐκεῖθεν ἀπαλ λαγῆς· ἐμφραγέντος δὲ καὶ τούτου, τὴν σωτηρίαν ἀπαγορεύουσιν. ιζʹ. "Εἰσάκουσόν μου, Κύριε· ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπί βλεψον ἐπ' ἐμέ." ∆ιὰ τὴν σὴν φιλανθρωπίαν, οὐ διὰ τὴν ἐμὴν ἀξίαν, ὧν ἀφηγησάμην κακῶν τὴν ἀπαλ λαγὴν ἐπάγαγε. Βλέπε με τοίνυν περικλυζόμε νον τοῖς κακοῖς, καὶ λῦσον τὰς συμφοράς. Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν. ιηʹ. "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου." Τοῦτο γὰρ ἔθος τοῖς ὀργιζομένοις ποιεῖν, ἀποσειομένοις τῶν ἡμαρτηκότων τὰς ἱκε τείας. "Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου." ∆ιὰ τὴν τῆς ὀδύνης ὑπερβολὴν ταχεῖαν μοι παρά σχου παραψυχήν. ιθʹ. "Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐ τήν." Ἀρκεῖς γὰρ καὶ μόνῃ τῇ θέᾳ διαλῦσαι τὰ σκυθρωπά. "Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με." Ὑπερβαίνει μὲν συγγνώμην τὰ ἐμὰ πλημμελήματα· ἀλλὰ δυσσεβεῖς οἱ πολέμιοι, καὶ πονηρίᾳ δουλεύον τες. ∆ιὰ γοῦν τὰ παρ' ἐκείνων ὀνείδη, τῆς σῆς μοι μετάδος, ∆έσποτα, φιλανθρωπίας. Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσε. κʹ, καʹ. "Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου. Ἐναν 80.1408 τίον σου πάντες οἱ θλίβοντές με" Οὐδέν σε λέληθε τῶν γινομένων, ἀλλὰ πάντα ὁρᾷς· καὶ τὰ ἐκείνων ὀνείδη, καὶ τὴν ἐμὴν αἰσχύνην· καταδύομαι γὰρ καὶ ἀνιῶμαι ἅμα παρ' ἐκείνων ὀνειδιζόμενος. "Ὀνει δισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπω ρίαν· καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε· καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. Τοσαύταις γὰρ πανταχόθεν ὀδύναις βαλλόμενος, καὶ ἕτερα δὲ προσ μένων ἀνιαρώτερα, οὐδεμίαν ἔχω παραψυχήν. Ἀλλ' οἱ μὲν ἀνιῶντες νικῶσι τὸν ἀριθμόν· ὁ δὲ ψυχαγω γῶν, καὶ τῇ κοινωνίᾳ τῆς λύπης