155
ὑπερόψεται τῆς τιμιότητός σου, ἀλλ' ὡς τηνικαῦτα, οὕτως καὶ ἄρτι μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί σου, ποιῶν ὑπερεκπερισσοῦ τὸ ἔλεος αὐτοῦ εἰς ἔνδειξιν τῆς ἀρετῆς σου. ∆ιὸ ὀρέγοις κἀμοὶ χεῖρα πρεσβευτικήν, ὅσιε, στηριχθῆναι καὶ σωθῆναι ἀπὸ τοῦ ἐνεστῶτος χειμῶνος πικροῦ. στῆθι καὶ ἱλέωσαι μεταστραφῆναι τὴν καταιγίδα εἰς αὔραν τοῦ Ἁγίου Πνεύματος. γένοιτο. τοὺς ἀδελφοὺς ἀσπαζόμενος πλεῖστα καὶ παρακαλῶ ὑπερεύχεσθαί μου τῆς ταπεινώσεως· οἱ σὺν ἐμοὶ τοῖς ποσί σου προσπίπτουσιν. 223 {1Ναυκρατίῳ τέκνῳ}1 Πονηρὰ ἡ ἀγγελία τῶν γραμμάτων σου, ὦ τέκνον· ἥτις καθαψα μένη μου τῆς ταπεινῆς ψυχῆς τῷ ὄντι ὠδύνησεν καὶ δάκρυον προσεκαλέσατο καρδιακόν, μικροῦ δεῖν ἄυπνόν μοι τὴν νύκτα, καθ' ἣν ἐδεξάμην ἐπὶ χεῖρας τὴν ἐπιστολήν, ἐμποιήσασα. τοῦτο μὲν ἐπὶ πάντων τῶν συμπεπτωκότων, ἐξαιρέτως δὲ εἰς τὸν τῆς Φλουβουτῆς, καὶ ὅτι οἱ μὲν τοῖς προλαβοῦσιν ὅμοια καὶ τανῦν ἔπραξαν, ὁ δὲ τῶν δοκούντων ἑστάναι ἀσφαλῶς ἐγνωρίζετο. ἐθαύμαζον οὖν ἔτι ἑστηκότων αὐτῶν, ὅτι μὴ ὁμολογήσαντες τὴν προτέραν ἐπὶ μοιχείᾳ καὶ μοιχοζευξίᾳ ἧτταν αὐτῶν ἀντεποιοῦντο ἐπὶ τῇ προκειμένῃ ὑποθέσει, καὶ τάχα ὑπενόουν ἰδίᾳ καὶ καθ' ἑαυτοὺς τὴν μεταμέλειαν ἐσχηκέναι καὶ ἔχαιρον ὁ ταπεινὸς ἐπὶ τῇ ὀρθοποδήσει αὐτῶν. ἀλλ', ὡς ἔοικεν, ἐν σαθροῖς τὴν οἰκίαν αὐτῶν οἰκοδομήσαντες τῷ λαίλαπι τῆς προσπεσούσης αἱρέσεως πεπτώκασι πτῶσιν τὴν χαλεπωτάτην, πάλιν οἰκονομίαν λέγοντες τὴν ἀθέτησιν τῆς ἀληθείας. οἱ αὐτοὶ καὶ πρότερον σκάνδαλον γεγόνασι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ νῦν τὸ αὐτὸ δι' ὧν ἔπραξαν, πάντας προσκαλούμενοι εἰς ἀπώλειαν. καί γε ἕτοιμοι οἱ πλεῖστοι πρὸς τὴν τοῦ κακοῦ μετουσίαν, ἐν ταῖς ἀνάγκαις ζητοῦντες ἐξευρεῖν τινα πρόφασιν, δι' ἧς ἄθλιπτος καὶ ἀταλαίπωρος αὐτοῖς ὁ ὑπὲρ εὐσεβείας ἀγὼν ὑπαχθείη. ἐκοινώνησαν ἐπὶ τῇ ἀρνήσει Χριστοῦ, τῆς Θεοτόκου, τῶν πάντων ἁγίων· τοῦτο γὰρ ἡ τῆς εἰκόνος οὑτινοσοῦν ἄρνησις. φεῦ τῆς συμφορᾶς· φεῦ τῆς ἀπάτης· οἴμοι, πῶς ἐναρξάμενοι καλῶς ἐστράφησαν εἰς τὰ ὀπίσω; οἴμοι, πόσοις ἔσονται καταστροφὴ ὁμοταγέσι καὶ ὑπερέχουσι, λαϊκοῖς τε καὶ κληρικοῖς καὶ μονασταῖς; ἀλλὰ ἡ ἀρχαία πληγή, τὸ ἐγκόλπιον κακόν, Ἰωσὴφ ὁ πάλαι εἰκότως κληθεὶς μοιχοζεύκτης, νυνὶ δὲ χριστεμπαίκτης, αὐτὸς ὁδηγὸς τοῖς τῆς ἀρχαίας κουστωδίας. Τί πρὸς ταῦτα; ἐκλυθησόμεθα, καταπεσούμεθα, ἀποκαμούμεθα πρὸς τὴν Χριστοῦ ὁμολογίαν ἡμῶν καὶ ἔνστασιν; μηδαμῶς, ὦ ἀδελφοί, μηδαμῶς· εἰ γὰρ ἀσεβῶν καταπιπτόντων οἱ δίκαιοι ἔμφοβοι ἔσονται, ἀλλ' οὖν τῷ τοῦ πέλας πτώματι ἀσφάλεια τῷ ἑστηκότι μεγίστη. στῶμεν οὖν ἐν Κυρίῳ βεβαιότερον μᾶλλον, παρακαλῶ, μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· μὴ γὰρ ἕνεκεν τῶν ὑποσκελισθέντων ἡ ὁμολογία ἡμῶν ἢ τῇ τούτων στάσει ἐπερειδό μενοι ἐστερεούμεθα, ἵνα καὶ τῇ σκελίσει αὐτῶν κατασεισθῶμεν; μὴ γένοιτο· οὔτε τούτων οὔτε ἄλλων. Χριστὸς ἡμῶν ὁ θεμέλιος, ἐν ᾧ στήκομεν, ἐν ᾧ καυχώμεθα, σὺν τῷ Παύλῳ λέγοντες· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ λιμὸς ἢ διωγμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καὶ γὰρ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. οὕτως ὁ μὴ παρατεταγμένος οὐκ ἀγωνιεῖται ὑπὲρ Χριστοῦ, οὐ δύναται χριστιανὸς εἶναι. Οὐκ εἰκῇ οἱ ἀγῶνες τῶν μαρτύρων, τὰ ἆθλα, αἱ βάσανοι· μὴ γὰρ οὐχ ὁμόσαρκοι ἡμῶν; μὴ οὐκ ἐπόνουν τοσαύταις τιμωρίαις ὑποβαλλόμενοι; μὴ οὐκ ἐξηποροῦντο καὶ τοῦ ζῆν, ὡς φάσκει ὁ ἀπόστολος; ἀλλὰ τῷ φόβῳ τῶν αἰωνίων κολάσεων καὶ τῷ πόθῳ τῶν οὐρανίων ἀμοιβῶν εἵλαντο μᾶλλον ὡς ἔμφρονες τὸν τῆς σαρκὸς θάνατον ἤπερ τὸν αἰώνιον. ἤνεγκαν, οὐκ ἐπτοήθησαν, οὐ κατεπλάγησαν· καὶ ὡς παρόντα τὰ μέλλοντα φανταζόμενοι χαρᾷ ἐχώρουν πρὸς τὰς βασάνους, δωρεὰς ἡγοῦντο τὰς πολυπαθείας. ἡμῖν γὰρ ἐχαρίσθη ὑπὲρ Χριστοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· καὶ αὖθις ἑτέρωθι· ἐν γὰρ πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χάριτος αὐτῶν. οὕτως ἔχαιρον, οὕτως ἠγάλλοντο ὑπὲρ Χριστοῦ πάσχοντες πάντες οἱ