155
καταπληκτικά, ἅπερ ἕως ἐδάφους καθεῖλεν, ἵνα μάθῃ Χοσρόης, οἷον πόνον εἶχον Ῥωμαῖοι τῶν πόλεων ἐρημουμένων παρ' αὐτοῦ καὶ πυρπολουμένων. ἐκρατήθησαν δὲ καὶ ἐκ τῶν διαιταρίων τοῦ παλατίου πολλοί. ἐρωτώμενοι δὲ καὶ αὐτοί, πότε ἀνεχώρησεν ἐκ τοῦ ∆ασταγέρδ, ἔφασκον, ὅτι "πρὸ θʹ ἡμερῶν τοῦ καταλαβεῖν ὑμᾶς ἀκούσας τὴν παρουσίαν ὑμῶν κρυπτῶς ἐτρύπησε τὸ τεῖχος τῆς πόλεως τὸ πλησίον τοῦ παλατίου· καὶ οὕτως ἀπαρακρά323 τητα διὰ τῶν κήπων ἐξῆλθεν αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτοῦ διὰ τὸ μὴ γενέσθαι θόρυβον ἐν τῇ πόλει." καὶ οὔτε τὰ στρατεύματα αὐτοῦ ἔγνωσαν, οὔτε οἱ ἄρχοντες, ἕως οὗ ἀπῆλθε πέντε μίλια· καὶ τότε ἐδήλωσεν, ἵνα ἐπακολουθήσωσιν αὐτῷ ἐπὶ Κτησιφῶντα· καὶ ὁ μὴ δυνάμενος ποιῆσαι πέντε μίλια τὴν ἡμέραν φεύγων ἐποίησεν κεʹ. καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτοῦ τὰ μὴ θεωροῦντα ἀλλήλους τότε φύρδην ἔφυγον ἀλλήλους παρωθούμενα. τῆς δὲ νυκτὸς καταλαβούσης εἰσῆλθε Χοσρόης εἰς οἶκον γεωργοῦ μηδαμινοῦ μεῖναι μόλις χωρηθεὶς ἐν τῇ τούτου θύρᾳ, ἣν ἰδὼν ἔσχατον Ἡράκλειος ἐθαύμασεν. διὰ δὲ τριῶν ἡμερῶν κατέλαβε τὴν Κτησιφῶντα· καὶ ὁ χρησμοδοτηθεὶς ὑπὸ τῶν γοήτων καὶ ἀστρολόγων πρὸ κδʹ ἐτῶν, ὅτε τὸ ∆αρᾶς ἐπολιόρκησεν ἐπὶ τῶν χρόνων Φωκᾶ, τοῦ βασιλέως Ῥωμαίων, ὅτι, ἐν οἵῳ καιρῷ ἀπέλθῃ ἐν Κτησιφῶντι, ἀπολεῖται· καὶ μὴ ἀνασχόμενος ἀπὸ τοῦ ∆ασταγὲρδ ἐπὶ τὸ μέρος ἐκεῖνο μίλιον ἓν πορευθῆναι, τότε φεύγων ἐν ταύτῃ ἀπῆλθεν. καὶ οὐδὲ ἐν ταύτῃ ἐθάρρησε στῆναι, ἀλλὰ περάσας τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ εἰς τὴν ἐκεῖθεν πόλιν, τὴν λεγομένην Σελεύκειαν παρ' ἡμῖν, παρὰ δὲ Πέρσαις Γουεδεσήρ, πάντα τὰ χρήματα ἐν αὐτῇ ἀπέθετο, καὶ ἐκάθισεν ἐκεῖ μετὰ Σειρέμ, τῆς γυναικὸς αὐτοῦ, καὶ μετὰ ἑτέρων τριῶν γυναικῶν, τῶν καὶ θυγατέρων αὐτοῦ· τὰς δὲ λοιπὰς αὐτοῦ γυναῖκας καὶ τὰ πολλὰ αὐτοῦ τέκνα παρέπεμψεν ἀπὸ μʹ μιλίων εἰς τὸ ἀνατολικώτερον μέρος εἰς τόπον ὀχυρόν. τινὲς δὲ τῶν Περσῶν διέβαλλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντα καὶ καταλαλοῦντα αὐτοῦ· καὶ ἀποστέλλει σπαθάριον αὐτοῦ μετὰ κελεύσεως αὐτοῦ πρὸς Καρδαρίγαν τὸν συστράτηγον Σαρβάρου εἰς Χαλκηδόνα γράψας αὐτῷ, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ οὕτω τὸν λαὸν τῶν Περσῶν ἀναλαβὼν σπεύσῃ ἐπὶ Περσίδα εἰς συμμαχίαν αὐτοῦ. ὁ δὲ τὰ γράμματα κομίζων περὶ τὴν Γαλατίαν συλλαμβάνεται ὑπὸ τῶν Ῥωμαίων. οἱ δὲ συλλαβόντες 324 αὐτὸν διαλαθόντες τοὺς Πέρσας εἰς τὸ Βυζάντιον τοῦτον ἀπήγαγον καὶ τῷ υἱῷ τοῦ βασιλέως τοῦτον παρέδωκαν. ὁ δὲ βασιλεὺς μαθὼν παρὰ τοῦ ἀποστολιμαίου τὴν ἀλήθειαν Σάρβαρον παραχρῆμα μεταπέμπεται. εἰσελθὼν οὖν παρέστη τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τὴν πρὸς Καρδαρίγαν ἐπιστολὴν τούτῳ ἐπιδοὺς καὶ τὸν ἀποσταλέντα ὑπέδειξεν, καὶ ἀνέγνω τὴν ἐπιστολήν, καὶ πληροφορηθεὶς τὸ ἀληθὲς παραχρῆμα ἐτράπη καὶ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου ποιεῖ. καὶ φαλσεύσας τὴν Χοσρόου ἐπιστολὴν σὺν αὐτῷ ἐντίθησιν ἐν αὐτῇ ἄλλους υʹ σατράπας καὶ ἄρχοντας καὶ χιλιάρχους καὶ ἑκατοντάρχους ἀποκτανθῆναι, καὶ ἐπιθεὶς εὐφυῶς τὴν σφραγῖδα συναθροίζει τοὺς ἡγεμόνας καὶ αὐτὸν τὸν Καρδαρίγαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολὴν ἔφη πρὸς τὸν Καρδαρίγαν· "συνορᾷς τοῦτο ποιεῖν;" οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον καὶ πρὸς τὸν βασιλέα συνθήκας εἰρηνικὰς ἐποίησαν, καὶ κοινῇ βουλευσάμενοι ἔδοξεν, ἵνα ἐκ Χαλκηδόνος ἀναχωρήσωσι καὶ ἐπὶ τὰ ἴδια ἀπέλθωσι μηδὲν λυμαινόμενοι. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ· "ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω. οὐ γὰρ ἑκὼν πυρπολῶ τὴν Περσίδα, ἀλλὰ βιασθεὶς ὑπὸ σοῦ. ῥίψωμεν οὖν κἂν νῦν τὰ ὅπλα καὶ εἰρήνην ἀσπασώμεθα· σβέσωμεν τὸ πῦρ, πρὶν τὸ πᾶν καταφλέξῃ." τούτου δὲ μὴ καταδεξαμένου, μεγάλως τὸ μῖσος τοῦ λαοῦ τῆς Περσίδος ηὐξήθη κατ' αὐτοῦ. καὶ ἐστράτευσε Χοσρόης πάντας τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ καὶ πᾶσαν τὴν ὑπουργίαν αὐτοῦ καὶ τῶν γυναικῶν αὐτοῦ, καὶ τούτους ὁπλίσας πάντας ἀπέλυσεν