156
Νύκτωρ δὲ διαναστὰς καὶ διυπνίσας ἡμᾶς, καθεσθεὶς συνήθως ἔφη· Πυνθάνεσθέ μου περὶ ὧν βούλεσθε. καὶ ὁ Σοφονίας αὐτῷ πρῶτος ἤρξατο· Πῶς ὄντως ὁ περὶ πονηροῦ λόγος ἔχει, ἐπιθυμοῦσιν ἡμῖν μαθεῖν ὑφήγησαι. καὶ ὁ Πέτρος· Ἤδη μέν, ἔφη, καὶ διὰ τῆς πρὸς Σίμωνα δια- λέξεως ἐξέφηνα, τῷ δὲ σὺν ἑτέροις κεφαλαίοις τὰ περὶ αὐτοῦ εἰρηκέναι οὐ πάνυ σαφῶς ἐφωτίσθη. πολλὰ γὰρ κεφάλαια ἰσοδυναμεῖν δοκοῦντα τῷ ἀληθεῖ αὐτοῦ τοῦ ἀληθοῦς τοῖς πλείοσι παρέχει τινὰ γνῶσιν· ὥστε, ἐὰν νῦν ὑμῖν εἴπω ἃ τότε μετὰ πολλῶν εἰρήκειν κεφαλαίων τῷ Σίμωνι, μὴ οἰηθῆτε ἴσῃ αὐτῷ τιμῇ τετιμῆσθαι. καὶ ὁ Σοφονίας· Ὀρθῶς, ἔφη, λέγεις· εἰ νῦν γὰρ ἡμῖν ἐκ πολλῶν τῶν τότε εἰρημένων κεφαλαίων ἀφορί- ζεις αὐτὸ τὸ ἀληθές, ποιήσεις φανερώτερον. καὶ ὁ Πέτρος· Ἀκούσατε, ἔφη, τοιγαροῦν τῆς περὶ τοῦ πονηροῦ ἁρμονίας τὴν ἀλήθειαν. ὁ θεὸς δύο βασιλείας ὁρίσας καὶ δύο αἰῶνας συνεστήσατο, κρίνας τῷ πονηρῷ δεδόσθαι τὸν παρόντα κόσμον διὰ τὸ μικρόν τε αὐτὸν εἶναι καὶ παρέρχε- σθαι ὀξέως, τῷ δὲ ἀγαθῷ δώσειν ὑπέσχετο τὸν μέλλοντα αἰῶνα, ἅτε δὴ μέγαν ὄντα καὶ ἀίδιον. τὸν οὖν ἄνθρωπον αὐτεξούσιον ἐποίησεν, ἐπιτηδειό- τητα ἔχοντα νεύειν πρὸς ἃς βούλεται πράξεις. καὶ τὸ μὲν σῶμα αὐτοῦ ἐστι τριμερές, ἐκ θηλείας ἔχον τὴν γένεσιν· ἔχει γὰρ ἐπιθυμίαν, ὀργήν, λύπην καὶ τὰ τούτοις ἑπόμενα-τὸ δὲ πνεῦμα (καὶ αὐτὸ οὐ τριτογενὲς ὄν, ἀλλὰ τριμερές) ἐκ τοῦ ἄρρενος ἔχει τὴν γένεσιν καὶ δεκτικόν ἐστι λογισμοῦ, γνώσεως, φόβου καὶ τῶν τούτοις ἑπομένων. ἑκατέρα δὲ τῶν τριάδων μίαν ἔχει τὴν ·ίζαν, ὡς εἶναι τὸν ἄνθρωπον ἐκ φυραμάτων δύο, θηλείας τε καὶ ἄρρενος. διὸ δὴ καὶ δύο αὐτῷ ὁδοὶ προετέθησαν, νόμου τε καὶ ἀνομίας-δύο τε βασιλεῖαι ὡρίσθησαν, <ἡ μὲν τῶν> οὐρανῶν λεγομένη, ἡ δὲ τῶν ἐπὶ γῆς νῦν βασιλευόντων. ἀλλὰ καὶ δύο βασιλεῖς ἐτάχθησαν, ὧν ὁ μὲν τοῦ παρόντος καὶ προσκαίρου κόσμου νόμῳ βασι- λεύειν χειροτονεῖται, ὃς καὶ ἐπ' ὀλέθρῳ πονηρῶν χαίρειν ἐκράθη-ὁ δὲ ἕτερος, καὶ αὐτὸς βασιλεὺς ὑπάρχων (τοῦ ἐσομένου αἰῶνος), στέργει πᾶσαν ἀνθρώπων φύσιν, ἐν τοῖς παροῦσι τὴν παρρησίαν ἔχειν οὐ δυνά- μενος ..... ὥς, τίς ποτ' ἔστι λανθάνειν πειρώμενος τὰ συμφέροντα συμ- βουλεύει. τῶν δὲ δύο τούτων <ὁ ἕτερος> τὸν ἕτερον ἐκβιάζεται, θεοῦ κελεύσαντος. ἕκαστος δὲ τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ...........ω αὐ- τῶν ᾧ βούλεται πείθεσθαι πρὸς τὸ πράσσειν ἀγαθὰ ἢ κακά· πλὴν ἐὰν τὰ ἀγαθά τις πράσσειν ἕληται, τοῦ ἐσομένου ἀγαθοῦ βασιλέως γίνεται κτῆμα- εἰ δὲ φαῦλα πράξειέ τις, τοῦ παρόντος γίνεται πονηροῦ ὑπηρέτημα, ὃς δι' ἁμαρτίας κρίσει δικαίᾳ τὴν κατ' αὐτοῦ λαβὼν ἐξουσίαν καὶ πρὸ τοῦ μέλλοντος αἰῶνος θελήσας ἐν τῷ νῦν βίῳ κολάζων ἥδεται καὶ ὡς ἰδίᾳ χαριζόμενος ἐπιθυμίᾳ τὴν τοῦ θεοῦ βούλησιν ἐκτελεῖ. ὁ δὲ ἕτερος ἐπὶ δικαίων ἐξουσίᾳ χαίρειν δημιουργηθείς, δίκαιον εὑρὼν μεγάλως εὐφραί- νεται, σσζων αὐτὸν ἀιδίῳ ζωῇ, καὶ αὐτὸς δὲ ὡς ἑαυτῷ χαριζόμενος, τὴν ὑπὲρ τούτων εἰς θεὸν ἀναφέρει χάριν. ἔξεστι δὲ παντὶ ἀδίκῳ μετα- μεληθέντι σσζεσθαι καὶ παντὶ δικαίῳ ἀνδρὶ ἐπὶ τελευταίας ἁμαρτίας δίκην ὑπέχειν. πλὴν οἱ δύο ἡγεμόνες οὗτοι ταχεῖαι χεῖρές εἰσι θεοῦ προ-
[OΜIΛIA Κ.]