1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

156

ἐν Ἰσραὴλ ἁγίων τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ μόνος Ἠλίας ἐν αὐτοῖς καὶ ὁ τούτου μαθητὴς Ἐλισσαῖος θαυμα τοποιοὶ γεγένηνται, ἀλλ' οὔτε Ἠλίας τὸν οἰκονόμον Ἀβδιοὺ ἐξεμυκτήρισεν φοβούμενον μὲν τὸν Θεόν, οὐ ποιοῦντα δὲ σημεῖα, οὔτε Ἐλισσαῖος τὸν ἑαυτοῦ μαθητὴν φρίττοντα τοὺς πολεμίους ὑπερεῖδεν. Ἀλλὰ γὰρ οὔτε ∆ανιὴλ ὁ σοφὸς ·υσθεὶς δεύτερον ἐκ στόματος λεόντων, οὔτε οἱ τρεῖς παῖδες ἐκ καμίνου πυρὸς ἐξουδένωσαν τοὺς λοιποὺς τῶν ὁμοφύλων· ἠπίσταντο γάρ, ὅτι οὐ τῇ οἰκείᾳ δυνάμει περιεγέ νοντο τῶν δεινῶν, ἀλλὰ τῇ τοῦ Θεοῦ ἰσχύϊ, καὶ σημεῖα ἐπετέλουν καὶ τῶν δυσχερῶν ἀπηλλάττοντο. Oὐκοῦν μηδεὶς ὑμῶν ἐπαιρέσθω κατὰ τοῦ ἀδελφοῦ, κἂν προφήτης ᾖ κἂν θαυματοποιός· εἰ γὰρ δοθῇ μηκέτι εἶναί που ἄπιστον, περιττὴ λοιπὸν ἔσται πᾶσα σημείων ἐνέργεια. Τὸ μὲν γὰρ εἶναι εὐσεβῆ ἐκ τῆς τοῦ τινος εὐνοίας, τὸ δὲ θαυματο ποιεῖν ἐκ τῆς τοῦ ἐνεργοῦντος δυνάμεως· ὧν τὸ μὲν πρῶτον ἡμᾶς αὐτοὺς ὁρᾷ, τὸ δὲ δεύτερον Θεὸν τὸν ἐνεργοῦντα δι' ἃς προείπομεν αἰτίας. Oὐκοῦν μήτε βασιλεὺς ἐξουθενείτω τοὺς ὑπ' αὐτὸν στρατηγούς, μήτε ἄρχοντες τοὺς ὑπηκόους· μὴ ὄντων γὰρ τῶν ἀρχομένων περιττοὶ οἱ ἄρχοντες, καὶ μὴ ὄντων στρατηγῶν οὐ στήσεται βασιλεία. Ἀλλὰ μηδὲ ἐπίσκοπος ἐπαιρέσθω κατὰ τῶν διακόνων ἢ τῶν πρεσβυτέρων, μήτε μὴν οἱ πρεσβύτεροι κατὰ τοῦ λαοῦ· ἐξ ἀλλήλων γάρ ἐστιν ἡ σύστασις τοῦ συναθροίσματος. Ὅ τε γὰρ ἐπίσκοπος καὶ οἱ πρεσβύτεροι τίνων εἰσιν ἱερεῖς; Καὶ οἱ λαϊκοὶ τίνων εἰσιν λαϊκοί; Καὶ τὸ μὲν εἶναι χριστιανὸν ἐφ' ἡμῖν, τὸ δὲ ἀπόστολον ἢ ἐπίσκοπον ἢ ἄλλο τι οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐπὶ τῷ διδόντι Θεῷ τὰ χαρίσματα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον εἰρήσθω διὰ τοὺς ἀξιωθέντας χαρισμά των ἢ ἀξιωμάτων. Ἐκεῖνο δὲ προστίθεμεν τῷ λόγῳ, ὅτι οὔτε πᾶς ὁ προφητεύων ὅσιος οὔτε πᾶς ὁ δαίμονας ἐλαύνων ἅγιος. Καὶ γὰρ καὶ Βαλαὰμ ὁ τοῦ Βεὼρ ὁ μάντις προεφήτευσεν δυσσεβὴς ὢν καὶ Καϊάφας ὁ ψευδώνυμος ἀρχιερεύς, πολλὰ δὲ καὶ ὁ διάβολος προλέγει καὶ οἱ ἀμφ' αὐτὸν δαίμονες· καὶ οὐ παρὰ τοῦτο μέτεστιν αὐτοῖς εὐσεβείας σπινθήρ, ἀγνοίᾳ γάρ εἰσιν πεπιεσμένοι δι' ἑκούσιον κακόνοιαν. ∆ῆλον οὖν ὅτι οἱ ἀσεβεῖς, κἂν προφητεύωσιν, οὐ καλύπτουσιν διὰ τῆς προφη τείας τὴν ἑαυτῶν ἀσέβειαν, οὐδὲ οἱ δαίμονας ἐλαύνοντες ἐκ τῆς τούτων ὑποχωρήσεως ὁσιωθήσονται· ἀλλήλους γὰρ ἀπατῶσιν, καθάπερ οἱ τὰς παιδιὰς γέλωτος ἕνεκα ἐπιδεικνύ μενοι, καὶ τοὺς προσανέχοντας αὐτοῖς ἀπολλύουσιν. Oὔτε δὲ βασιλεὺς δυσσεβὴς βασιλεὺς ἔτι ὑπάρχει, ἀλλὰ