Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ΨΑΛΜΟΣ ΟΒʹ.
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου δενώσεις. (E f. 147) Πόλιν ὀνομάζει τοῦ Θεοῦ τὴν ἄνω καὶ νοητὴν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Εἰ μὲν γὰρ ἦσαν φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς ἐπουρα νίου πόλεως κατηξίωντο. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με. [cod. M. f. 124] Ἐπειδὴ ὁ τῆς δικαιοσύνης ἐργάτης ἐπὶ τῇ τοῦ Θεοῦ χάριτι καυχώμενος ἔλεγεν· "Ἐκρά τησας," κ.τ.λ., τουτέστι, φύλακά με τῶν σῶν κατ έστησας θελημάτων, ταύτης ἕνεκα τῆς αἰτίας μέγα καὶ ἐξαίρετον ἀποφαίνων ὁ τῶν ὅλων Θεὸς, οἱονεί πως ἀναφωνεῖ, καί φησι· "Τί γάρ μοι ὑπάρχει;" κ.τ.λ. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπ ολοῦνται. (E f. 148) Μακρύνονταί τινες ἀπὸ τοῦ Κυρίου οὐ τοπικοῖς διαστήμασιν, ἀλλ' ὡς ἐντεύξει [cod. ἐν τά ξει, υελ ἐντάξει] καὶ γνώσει καὶ τρόποις. Οἱ μὲν γὰρ πονηροί τε καὶ ἄδικοι καὶ τοῖς ἑτέροις πλημμελήμα σιν ἔνοχοι, μακρὰν εἶναι λέγονται Θεοῦ. "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" Οἱ δὲ ἀγαθοὶ καὶ δί καιοι καὶ τῶν εἰς εὐσέβειαν ἀνδραγαθημάτων ἐπι στήμονες, ἐγγύς εἰσι τοῦ Θεοῦ. Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. (A f. 368, B f. 313, C f. 153 b, H f. 236 b) Μήτηρ πορνείας ἐστὶν ἀπιστία. Τίς γὰρ πιστεύων εἶναι πανταχοῦ τὸν Θεὸν, καὶ ἑκάστῃ πράξει παρεστάναι, καὶ ταῖς βουλαῖς τῶν καρδιῶν ἐφορᾷν, ἢ τὴν ἔννοιαν τὴν πονηρὰν παραδέχηται, ἢ τελεσιουργῇ τὸ κακόν; Ὅθεν ὡς μὴ μέλλειν τῶν γινομένων ὑπ' αὐτῶν τὸν Θεὸν ὑπολαμβάνοντες, εἰκότως ἐξολοθρευθήσονται. Παύσωμεν τῆς νοητῆς πορνείας τοὺς τρόπους, ἵνα μὴ τὸν τοῖς φιλαμαρτήμοσι πρέποντα καὶ ὀφειλόμενον ὄλεθρον ὑπομείνωμεν. Εἴη δ' ἂν νοητὴ πορνεία πᾶν εἶδος φαυλότητος καὶ ἀκαθαρσίας. Καὶ ἐπειδὴ αἱ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ τοῦ ἐγγίζον τος, περιέλωμεν τὸ χαλεπὸν τοῦτο διάφραγμα καὶ τὸ κωλύον οὐδὲν γενέσθαι ἐγγύς. "Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. [Ἐμοὶ δὲ προσκολλᾶσθαι τῷ Θεῷ. Κολλώμεθα δὲ Θεῷ, κατὰ διάθεσιν ἐγγίζοντες αὐτῷ, καὶ τοῖς θείοις αὐτοῦ κατακολουθοῦντες θε σπίσμασιν. Οὔτω γάρ πού φησι καὶ αὐτὸς ὁ Σωτήρ· "Ὁ ἐμὲ ἀγαπῶν, ἐμοὶ ἀκολουθεῖ, καὶ, ὅπου ἐγώ εἰμι, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός."]
ΨΑΛΜΟΣ ΟΓʹ.
Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. (A f. 372) Αἰθίοπας γὰρ νοητέον
τοὺς οἱονεὶ σκο τεινήν τε καὶ ἀλαμπῆ τὴν διάνοιαν ἔχοντας, τὴν οὔπω κατηυγασμένην καὶ τὸ θεῖον οὐκ ἔχουσαν φῶς. Ἀλλ' οἱ μὲν προσπίπτοντες τῷ Υἱῷ, περὶ ὧν εἴρηται· "Ἐναντίον αὐτοῦ προπεσοῦνται Αἰθίοπες," λαμπρύ νονται παρ' αὐτοῦ καὶ διακεκράγασιν· "Ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς." Οἱ δὲ δυσαπόνιπτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ ἐν τῷ μελαίνεσθαι μεμενηκότες, καταθοινήσονται τὰς τοῦ ἀποστάτου δράκοντος κεφαλὰς, ὑποκείσονται δὲ τῇ ῥομφαίᾳ. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. (C f. 155 b, D f. 187, G f. 70) Τὰ ἐν τῇ ἐρήμῳ γεγενημένα φησὶ, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Τὸ δὲ Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον δὲ τῆς Ἰουδαίων χώρας ὁ Ἰορδάνης ἀνάκειται. Θέρος καὶ ἔαρ σὺ ἐποίησας. (A f. 372 b) Τάχα δὲ καὶ τὰ τέσσαρα τῆς ὑπ' οὐ ρανὸν κλίματα σημᾶναι θέλων ὁ Προφήτης, ἀναφωνεῖ πρὸς Θεόν· "Θέρος καὶ ἔαρ σὺ ἐποίησας," τουτέστι τὰ θερινὰ καὶ νότια τῆς οἰκουμένης μέρη καὶ τὰ βό ρεια καὶ ψυχρά. Ὡς τὸ, "Τὸν βοῤῥᾶν καὶ τὴν θά λασσαν σὺ ἔκτισας." Παρῆκε δὲ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ὅτι ἀντίκειται τὸ μὲν θέρος τῷ μετ οπώρῳ, ὁ δὲ χειμὼν τῷ ἔαρι.
ΨΑΛΜΟΣ Ο∆ʹ.