156
ἀδικίας καὶ ἀγνωμοσύνης καὶ τὴν προσδοκωμένην λύειν συμφοράν· αὐτὸν δὲ ὅρκοις οἷς ἂν ἐθέλοι τὸ 1.442 μὴ διὰ βίου παντὸς κακὸν ὀφθῆναι περὶ αὐτὸν, ἀλλὰ πάντα αὐτῷ πιστώσασθαι ὑπείκειν. Συργιάννης μὲν οὖν τοιαῦτα ἐδεῖτο· ὁ μέγας δὲ δομέστικος αὐτῷ ὑπετίθετο θαῤῥεῖν, ὡς οὐκ ἀποστερήσοιτο τῶν δικαίων· οὐδὲ διὰ συκοφαντίαν αὐτῷ ἀπαντήσει δυσχερὲς οὐδέν. οὔτε γὰρ βασιλέα ἀνασχέσθαι ἄν ποτε καταψηφίσασθαι συκοφαντουμένου, μήτ' αὐτὸν περιϊδεῖν. τὸ δ' ὅρκους παρασχέσθαι ἐπηγγέλθαι, ἄν σοι νῦν περὶ τὰς προσδοκωμένας τύχας χρήσιμος ὀφθῶ, ὥστε διὰ βίου παντὸς ἐμοὶ ὑπείκειν καὶ μηδέποτε ἀγνωμονῆσαι, μηδὲ εἰς λήθην τῶν εὐεργεσιῶν ἐλθεῖν, ἐν ἴσῳ μοι δοκεῖς καὶ ἀδύνατα ἀξιοῦν. ὁ γὰρ μήτε πρότερον μήθ' ὕστερον ἀγαθὸς γενόμενος περὶ τοὺς φίλους, ἀλλὰ μικρᾶς καὶ φαύλης τινὸς ἕνεκα αἰτίας ἢ οὐδὲ μικρᾶς, Εὐρίπου δίκην μεταφερόμενος καὶ ἀστατῶν, πῶς ἂν εἴης δίκαιος πιστεύεσθαι περὶ τοῦ μέλλοντος παρεχόμενος τὰς πίστεις; οἶσθα γὰρ ὡς φιλίας ἡμῖν ἄνωθεν ἐκ παίδων προσγεγενημένης, ἐγὼ μὲν ἐσπούδασα ἀεὶ μηδεμίαν πρόφασιν δικαίαν σοι διαστάσεως παρασχεῖν καὶ ταραχῆς, καὶ διετήρησά γε ἐμαυτὸν ἄχρι νῦν ἐπὶ τῆς ὁμοίας προαιρέσεως καὶ τοῦ θεοῦ συναιρομένου· σὺ δὲ καὶ ἅπαξ καὶ δὶς μηδὲν ἔχων ἐγκαλεῖν, ἀντὶ φίλου καὶ συνήθους πολέμιος ἐξαίφνης ἀνεφάνης καὶ οὐδενὸς, τό γε εἰς σὲ ἧκον, τῶν λυπεῖν ἀπέσχου δυναμένων. ἃ νῦν ἔμοιγε ὀνειδίζειν οὐ κατὰ καιρὸν δοκεῖ, περὶ αὐτῶν ἅπαξ συνεγνωκότι· τὰ τελευταῖα δὲ νῦν ταῦτα ὑπὸ κλοιοῖς ἐν δεσμωτηρίῳ ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως κατεχομένῳ καὶ μηδεμίαν ἐλ 1.443 πίδα ἔχοντι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τῆς μὲν σῆς ἀγνωμοσύνης οὐδὲ ἐπεμνήσθην, τῆς δὲ ἐμῆς πρὸς σὲ φιλίας καὶ συνηθείας ὥσπερ εἴωθα μεμνημένος, ἅπερ οὐδ' ἄν ποτε αὐτὸς ἤλπισας, οὐδ' ἂν ἑτέρου λέγοντος ἐπείθου ὡς εἴη ἀληθῆ, τοιαῦτα καὶ διενοήθην καὶ εἰργασάμην ὑπὲρ σοῦ καὶ οὐ μόνον τοῦ δεσμωτηρίου ἀπήλλαξα καὶ τῶν κλοιῶν, καίτοι γε πολλὰ καὶ βασιλίδος τῆς βασιλέως μητρὸς τῆς εἰς σὲ προνοίας ἕνεκα αἰτιωμένης, καὶ βασιλέως αὐτοῦ δι' οὐδὲν ἕτερον ἢ διὰ τὸ ἐμὲ βούλεσθαι μόνον τὴν ἄδειαν παρεσχημένου, ἀλλὰ καὶ ἔκ τε τῶν κοινῶν ὠφέλησα πολλὰ, προσόδους τε παρέχων ἐτησίους ἐκ χωρίων καὶ ἄρχοντα πόλεων καθιστὰς, καὶ ἐκ τῶν ἰδίων οὐδὲν ἔλαττον· ἃ νῦν ἕκαστα ἀπαριθμεῖν, ἀγεννὲς ἂν εἴη καὶ οὐδαμῶς ἐγγὺς τοῦ ἡμετέρου τρόπου· ἐκεῖνο ἐννοῶν, ὡς αὐτὰ τὰ πράγματα διδάξαι δυνατὰ οἷον φίλον ἰδίᾳ φαυλότητι τρόπων ἀπολωλεκότι, τῇ σφετέρ' αὐτοῦ καλοκαγαθίᾳ πάλιν ὑπῆρξεν ἀνασώσασθαι· καὶ τελευταῖον ἀπὸ μικρᾶς τινος καὶ εὐτελοῦς ἀρχῆς ἐπὶ πᾶσαν τῆς ἑσπέρας ἀνῆγον τὴν ἡγεμονίαν. σὺ δ' ἀντὶ πάντων τούτων θαυμασίαν τινὰ καὶ μάλιστα σοὶ προσήκουσαν ἀπεδίδους τὴν ἀντιμισθίαν. δέον γὰρ ἔργοις τε καὶ λόγοις εὐεργέτην ἀναγράφεσθαι καὶ σωτῆρα καὶ κηδεμόνα, πᾶν ἐποίεις τοὐναντίον, ὡς ἐπὶ πολέμιον καὶ πολλὰ δεινὰ εἰργασμένον παρασκευαζόμενος καὶ προσεταιριζόμενος πολλοὺς, ὡς ἂν εἰ βουληθείην ὥσπερ δὴ καὶ πρότερον ἀδικεῖν καὶ κακῶς ποιεῖν, αὐτὸς εἴης δυνατὸς ἀμύνεσθαι τῇ προπαρεσκευασμένῃ χρώμενος 1.444 δυνάμει. ἐξ ὧν ὥσπερ αὐτοὶ λέγουσιν οἱ κατηγοροῦντες, εἰς πολλῷ χαλεπώτερον καὶ χεῖρον βάραθρον κατεκρημνίσθης· σὺ δὲ ἤδη συνορῶν οἷ κακῶν ὑπ' ἀβουλίας συνηλάθης, ἅ σοι ἔδοξε μόνα δυνατὰ πρὸς τὴν παροῦσαν ἀνάγκην ἀποχρήσειν, ταῦτα ἥκεις ἐσκεμμένος λέγειν. ἐγὼ δὲ μηδὲν ἀποκρυψάμενος, ὅπως τε διάκειμαι πρὸς σὲ, καὶ οἷα ποιήσω, ἐρῶ. οὔθ' οὕτως ἔχω ὥστε ποτὲ τοῖς φίλοις σε συντάττειν τοῖς ἐμοῖς καὶ ὑπὲρ σοῦ τῶν προσηκόντων τοῖς φιλοῦσι πράττειν τι, οὔθ' ὡς πολεμίῳ χρῆσθαι βλάπτων ὅσα δυνατά· ἀλλ' ἐπὶ τῆς δίκης γενομένου καὶ ὑπὲρ ὧν κατηγορῇ τὰς ἀπολογίας ποιουμένου, αὐτὸς μακρὰν ἐξασκήσω σιωπὴν, φθεγγόμενος μηδέν. κἂν μὲν τῶν κατηγόρων περιγένῃ καὶ τὴν δίκην διαφύγῃς, ἀγαπήσω καὶ αὐτὸς καὶ οὐ φθονήσω τυχόντι τῶν δικαίων· ἂν δ' ἥττων φαίνῃ παραπολὺ καὶ ἁλίσκῃ ἀδικῶν, ἂν μὲν ἀπειρίᾳ λόγων ἢ ἀδικίᾳ τῶν συκοφαντῶν, ἢ τρόπῳ δή τινι ἑτέρῳ ἀποστερεῖσθαι συμβαίη τῶν δικαίων,