156
̓Αλεξάνδρου γυναῖκα ̔Ηρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ετρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ησαν δὲ ̓Αλεξάνδρῳ μὲν ἐκ Γλαφύρας αρσενες δύο, ̓Αριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῷ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς ̔Ηρώδης υἱός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ον καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ησαν δὲ η τε τοῦ ̓Αντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ, 1.392 ἐξ ης, ὡς ειρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ην δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς εστιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ην δ' ἐν ταῖς γυναιξὶν ̔Ηρώδου κἀκ τοῦ εθνους τῶν Σαμαρέων μία, ης ησαν παῖδες ̓Αντίπας τε καὶ ̓Αρχέλαος καὶ θυγάτηρ ̓Ολυμπιάς. καὶ Κλεοπάτρα δὲ ̔Ιεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες ̔Ηρώδης καὶ Φίλιππος. καὶ Παλλὰς δὲ ην ἐν ταῖς αὐτοῦ γαμεταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ ̓Ελπὶς συνῴκουν αὐτῷ. ησαν δὲ ̔Ηρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ ̓Ελπίδος εφυσαν αὐτῷ θυγατέρες ̔Ρωξάνη καὶ Σαλώμη. Τοῦτο μὲν ουν τὸ γένος ̔Ηρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν ̓Αντίπατρον ἀφεώρων. καὶ ην απασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ οσον τῇ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κλήσεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν ειναι τὴν ουτω κεκλημένην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος ην καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αυτη κατασκοποῦσα τὴν ̓Αντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ελεγε τῷ ̔Ηρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι ευνοιαν. γνόντες ουν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τῷ φανερῷ μὲν μῖσος 1.393 κατ' ἀλλήλων καὶ λοιδορίας ησαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ' οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, ανθρωποι μέγα φρονοῦντες ἐπ' ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οι πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ ̔Ηρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, οντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον ̔Ηρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν ουν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ ̔Ηρώδου ων παιδικά, καὶ ετεροι τῶν περὶ τὸν βασιλέα, ὡς συνίστορες. ειτα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας "δεῖν" ελεγε "καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ' αὐτῆς συμβίωσιν παραιτοῦ." ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο η ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν ̔Ηρώδης ̓Αντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν η ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώμαζον ῃ καιρός. ̓Αντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν ̔Ρώμῃ φίλοις ἐπι1.394 στέλλειν ̔Ηρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν ̓Αντίπατρον. πέμπεται γοῦν εἰς ̔Ρώμην μετὰ δώρων ̓Αντίπατρος, φέρων καὶ διαθήκην ̔Ηρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, ̔Ηρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ ̔Ηρώδης.