156
ὑποτάσσω· τὸ ὁμοιῶ καὶ ὑποχωρῶ. Εἰκαιομυθῆσαι. ματαιολογῆσαι, φλυαρῆσαι. †Εικαθεν. ὑπεχώρει. οις εικαθε πῦρ ασπετον.† †Εἰκάθειν. εικειν. κατὰ παραγωγήν.† Εἰκοτολογῆσαι. ἐστοχασμένως εἰπεῖν. Εἰκονίζειν. χαρακτηρίζειν. Εἰκάζω. ἀπὸ τοῦ εικω τὸ ὁμοιῶ *καὶ ὑποχωρῶ.* Εἰλαπινάζων. εὐωχούμενος. Ειλεν. ἐχειρώσατο, ἐπόρθησεν. Ειλλειν. ειργειν, κωλύειν. ̓Αριστοφάνης· μὴ νῦν ειλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, εφελκε. καὶ αυθις· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες-. ταρσὸς δὲ ὁ καλαθίσκος η κοφίνιον. epsilon.641 Εἰλήλουθασ. ἐκ τοῦ ἐλεύθω, ἐλήλυθα, καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ ˉο εἰλήλουθα· ἐξ ου τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ ἐν συγκοπῇ εἰλήλουθμεν. Εἰληθερούμενοσ. θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ. ἀπὸ τοῦ ειλη ἡ θερμασία καὶ τὸ θέρω τὸ θερμαίνω. Εἰληφώσ. λαβών. Ειληφα. ελαβον. ἀπὸ τοῦ λήβω τὸ λαμβάνω λέληφα καὶ ἀποβολῇ τοῦ λ εληφα καὶ πλεονασμῷ τοῦ ι ειληφα. ὡσαύτως καὶ τὸ ειληχα ἀπὸ τοῦ λήχω, λέληχα καὶ ειληχα. ̔Ηρωδιανὸς περὶ πάθους. Ειλομεν. ἐπορθήσαμεν. Εἰλυφάζων. τὴν φλόγα συστρέφων. η τὸ εἰλεῖτο καὶ ἀνεστρέφετο. ̔Ησίοδος· ανεμος φέρων εἰλυφάζων. παρὰ τὸ εἰλῶ εἰλύφω καὶ εἰλυφάζω. σημαίνει καὶ τὸ φῶς παρέχω παρὰ τῷ αὐτῷ ποιητῆ· τῆλε δ' ἀπ' αἰθομένων δαΐδων σέλας εἰλύφαζε. παρὰ τὸ εἰλῶ καὶ τὸ φῶς εἰλύφω καὶ εἰλυφάζω. Εἰλυφόωσιν. εἰλοῦσι, συνάγουσιν. Εἱλωτεύειν. δουλεύειν. *ειλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίων.* epsilon.642 Εἰμένοσ. ἐνδεδυμένος. Εἰμέν. ὑπάρχομεν. ἀπὸ τοῦ εἰμὶ γίνεται τὸ πρῶτον τὸ πληθυντικὸν εἰμέν· φυλάσσει δὲ τὴν ˉεˉι δίφθογγον. ἡμεῖς δ' εἰμὲν τοῖοι-. Εἰμί. τὸ ὑπάρχω. γράφεται διὰ διφθόγγου. τὰ εἰς ˉμˉι φύσει μακρᾷ παραλήγεται, ινα δὲ μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω ἀπὸ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ ˉφ. Ειμι. τὸ πορεύομαι. Ειναι. ὑπάρχειν. ἀπὸ τοῦ εἰμί. τὸ δὲ ειναι τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ ου καὶ τὸ ἀπεῖναι καὶ ἀφεῖναι, εστι δεύτερος ἀόριστος ἀπὸ τοῦ ιημι τὸ πέμπω, τὸ ἀπαρέμφατον ειναι. Εινυον. εφερον. Ειξαντεσ. ὑπακούσαντες, ὑποχωρήσαντες. Ειξασιν. ̓Αριστοφάνης· ειξασιν ουν ἐρίοισι πεπταμένοις. εστι δὲ εικω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εικα καὶ κατὰ τροπὴν βοιωτικὴν τοῦ ˉκ εἰς ˉξ ειξα καὶ τὸ τρίτον τῶν πληθυντικῶν ειξασιν. οτι δὲ παρακείμενος ἐστὶ, δῆλον ἐκ τοῦ εἰς ˉσˉι λήγειν. *Εἱπόμην. ἠκολούθουν.* Ειποντο. ἠκολούθουν. Ειρει. λέγει, πλέκει. epsilon.643 Ειργω. τὸ κωλύω. ἀπὸ τοῦ ἐέργω κατὰ κρᾶσιν τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ειργω. Ειργεσθαι. κωλύεσθαι. Εἰρήσθω. λελέχθω. Εἰρύαται. φυλάττουσι. πρὸς ∆ιὸς εἰρύαται-. εἰρύω, ειρυμι καὶ ὁ παθητικὸς ειρυμαι, τὸ τρίτον ειρυνται καὶ ̓Ιωνικῶς εἰρύαται. Εἰρύσθαι. φυλάξαι. ἰστέον, οτι τὸ ειρυσθαι καὶ εἰρύσθαι διαφέρει. εστι γὰρ ἐρύω, ἐρύσω, ειρυκα, ειρυμαι, ειρυται, καὶ τὸ ἀπαρέμφατον εἰρύσθαι, ὡς λελύσθαι. ὡς ζεύγνυμι, ζευγνύσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἑλκύσθαι καὶ ειλκυσθαι παρακείμενος. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω, εἱλκύσθαι· εἰ δὲ ἀπὸ τοῦ ελκυμι, ειλκυσθαι. Ειρυτο. κατάσχοι. ̓Αρίσταρχος προπαροξύνει πάνυ ὑγιῶς, ὡς τὸ ἐζεύγνυτο, οὐ μέν τοι, ὡς Τυραννίων, προπερισπᾷ, εἰρῦτο. Εἰσαγηοχώσ. εἰσενεγκών. Εἰσκεκριμένον. ἐπείσακτον. Εἰσποιημένον καὶ εἰσποιητόν. τὸ θετὸν καὶ οὐ κατὰ φύσιν. Εἰσήλασαν. εἰσῆλθον. Εἰσῄεσαν. εἰσῆλθον. Εἰσίασιν. *ἐπορεύοντο.* εἰσέρχονται. Εισιμεν. εἰσερχόμεθα. Εἰσίν. ὑπάρχουσιν. epsilon.644 Εισομαι. γνώσομαι. Εἰσέθει. εἰσέτρεχεν. Εἰσήλλατο. εἰσεπήδησεν. Εἰσοίσει. εἰσενέγκοι. Εἰσέφρησεν. ἐπεισῆλθεν. Εισιθι. εισελθε. Εἰσβάλλει. εἰσέρχεται, εἰσβαίνει. Εἰσεκώμασεν. εἰσῆλθεν. Εἰσκρίνειν. μερίζειν. εἰσχωρίζειν. *Εἰσώθη. εἰσάγη.* Εἰσαγωγῶ. τὸ ὁδηγῶ. καὶ εἰσαγωγὴ ἡ ἐπὶ τὰ τέλη ὁδήγησις τῶν λόγων. Εἱστήκειν. ἐκ τοῦ ἑστήκω. εστι δὲ μέσος ὑπερσυντελικὸς εἱστήκειν. διὰ τὸ μὴ συμπεσεῖν κατὰ τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον τῷ ἰδίῳ ἐνεστῶτι ἐπλεόνασε τὸ ˉι καὶ ἐγένετο εἱστήκειν. Εἰώθει. ὡς εθος ειχε. καὶ ειωθα. εστιν εθω τὸ ἐξ εθους τι διαπράττομαι. ὁ μέσος παρακείμενος ειθα καὶ πλεονασμῷ τοῦ ˉω ειωθα καὶ εωθεν. ἀεὶ γάρ μοι εωθεν ἐνικλᾷν-. Εινω. τὸ