156
σῶν καρπῶν δικαιοσύνης. Εἰ σπείρεις πτωχοῖς, τὰ σεαυτοῦ σπεῖρον. Τὰ γὰρ ἀλλότρια ζιζανίων πικρότερα· γεωργεῖς γὰρ ἀγρὸν, ὃν θερίσαι οὐ δύνασαι.
ΤΙΤΛ. Ιςʹ. -Περὶ ἐργολαβῶν, καὶ ἐντολέων, εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς
ἐμβαλλόντων. «Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.»
«Βουλὴ τῶν πονηρῶν ἄνομα βούλεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους πενήτων ἐν κρίσει.» Ὁ διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς κρίσιν.» «Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἐρέθιζε.»
ΤΙΤΛ. ΙΖʹ. -Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς ἐντολὰς τοῦ
Θεοῦ. «Πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσελεύσεται προσφέρειν.
Ἄνθρωπος τυφλὸς, ἢ χωλὸς, 95.1537 ἢ κολοβόριν, ἢ ἀπότμητος, ἢ ᾧ ἂν ᾖ σύντριμμα χειρὸς ἢ ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος τοὺς ὀφθαλμοὺς, ἢ πτιλλὸς, ἢ ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις, οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν θυσίας Κυρίῳ, ὅτι μῶμος ἐν αὐτῷ. Ἀπὸ τῶν δώρων τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριόν μου οὐκ ἐγγίζει. Γυναῖκα πόρνην καὶ βεβηλωμένην οὐ λήψονται, ὅτι ἅγιοι εἰσίν.» «Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.» «Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου, καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις.» «Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον· Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. «Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκοῦσαι ἐκ τοῦ στόματός μου λόγον, καὶ διαστεῖλαι αὐτοῖς παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ, ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῇν αὐτόν· ἐὰν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθάνηται, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον, καὶ ποιήσει παράπτωμα, ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἐὰν δὲ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτάνειν, σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ.» «Οἶνον οὐ μὴ πίωσι πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν εἰς τὴν αὐλὴν ἐσωτέραν. Ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται.» «Οἱ φυλάξαντες ὁσίως τὰ ὅσια, ὁσιωθήσονται, καὶ οἱ διδαχθέντες αὐτὰ, εὑρήσουσιν ἀπολογίαν.» «Μὴ ζήτει παρὰ κυρίου κηδεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε, Ἐν ὅλῃ δυνάμει σου δόξαζε τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι.» «Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Φρόντισον αὐτῶν, καὶ οὕτως κάθισον, καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσον, ἵνα εὐφρανθῇς δι' αὐτοὺς, καὶ εὐδοκίας χάριν λάβῃς τὸν στέφανον.» «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου,» καὶ τὰ λοιπά. «Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με;» «Ἐγένετο φιλονείκεια ἐν τοῖς μαθηταῖς, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ 95.1540 οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλὰ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν.» «Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει