ἐρεύνων οὐδέν· μόνον δὲ τοῦτο δεῖν εἰς κρίσιν ἄγεσθαι ἔλεγον, ὅτι μετὰ τὴν καθαίρεσιν, μὴ ψηφισαμένης τῆς συνόδου αὐτῷ, εἰς τὸν θρόνον εἰσεπήδησε. Τοῦ δὲ λέγοντος, ὡς ἑξηκονταπέντε ἐπίσκοποι κοινωνήσαντες αὐτῷ ἐψηφίσαντο, οἱ περὶ Λεόντιον ἀντεπῆγον· «Ἀλλὰ πλείους, ὦ Ἰωάννη, κατεψηφίσαντό σου ἐν τῇ συνόδῳ,» Ἐπεὶ δὲ πάλιν ὁ Ἰωάννης τὸν κανόνα τοῦτον οὐ τῆς αὐτῶν ἐκκλησίας, ἀλλὰ τῶν Ἀρειανῶν εἶναι ἔλεγεν, -οἱ γὰρ ἐν τῇ Ἀντιοχείᾳ συνελθόντες ἐπὶ τῇ καθαιρέσει τῆς «ὁμοουσίου» πίστεως, ἀπεχθείᾳ τῇ πρὸς Ἀθανάσιον τὸν κανόνα ἐξέδωκαν, -μὴ προσδεξάμενοι τὰς ἀπολογίας κατεψηφίσαντο· μὴ νοήσαντες, ὅτι τῷ κανόνι τούτῳ χρησάμενοι καὶ Ἀθανάσιον καθεῖλον. Ταῦτα πέπρακται ἐγγιζούσης τῆς ἑορτῆς τοῦ Πάσχα· δηλοῖ οὖν ὁ βασιλεὺς τῷ Ἰωάννῃ μὴ δύνασθαι εἰς τὴν ἐκκλησίαν ἐλθεῖν, ὅτι δύο αὐτοῦ κατεψηφίσαντο σύνοδοι. Ἤργει οὖν ὁ Ἰωάννης λοιπὸν, οὐδαμῶς τε εἰς τὴν ἐκκλησίαν κατήρχετο. Εὐθὺς οὖν πάντες οἱ αὐτῷ προσκείμενοι, ἐκ τῆς ἐκκλησίας ἀναχωρήσαντες, τὸ μὲν Πάσχα ἐν τῷ δημοσίῳ λουτρῷ τῷ ἐν Κωνσταντιαναῖς ἐπετέλεσαν· σὺν αὐτοῖς δὲ πολλοὶ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ἄλλοι ἱερατικοῦ τάγματος. Ἐξ ἐκείνου τε κατ' ἰδίαν τὰς συναγωγὰς ἐν διαφόροις τόποις ποιούμενοι «Ἰωαννῖται» προσηγορεύθησαν. Ἰωάννης δὲ ἐπὶ δύο μῆνας οὐδαμοῦ προέβαινεν, ἕως ὅτου βασιλέως ἐκέλευε πρόσταγμα εἰς ἐξορίαν ἀπάγεσθαι. Καὶ ὁ μὲν ἀπήγετο τῆς ἐκκλησίας ἑλκυσθείς· τινὲς δὲ τῶν Ἰωαννιτῶν κατ' αὐτὴν τὴν ἡμέραν τὴν ἐκκλησίαν ἐνέπρησαν. Καιομένης δὲ αὐτῆς, ἄνεμος ἀπηλιώτης πνεύσας καὶ τὸν οἶκον τῆς συγκλήτου γερουσίας κατέκαυσε. Τοῦτο γέγονε τῇ εἰκάδι τοῦ Ἰουνίου μηνὸς, ἐν ὑπατείᾳ Ὁνωρίου ἕκτῃ, ἣν σὺν Ἀρισταινέτῳ ἐδίδου. Ὅσα μὲν οὖν διὰ τὸν γεγενημένον ἐμπρησμὸν ὁ τῆς Κωνσταντινουπόλεως ὕπαρχος, ᾧ ὄνομα ἦν Ὀπτάτος, Ἕλλην τὴν θρησκείαν ὑπάρχων, καὶ διὰ τοῦτο τοὺς Χριστιανοὺς μισῶν, κατὰ τῶν φιλούντων τὸν Ἰωάννην ἔπραξε, καὶ ὡς πολλοὺς ἐξ αὐτῶν ἐκόλασεν, παραλιπεῖν μοι δοκῶ. 6.19 Περὶ Ἀρσακίου τοῦ μετὰ Ἰωάννην χειροτονηθέντος καὶ περὶ Κυρίνου τοῦ Χαλκηδόνος. Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν, χειροτονεῖται ἐπίσκοπος Κωνσταντινουπόλεως Ἀρσάκιος· ὃς ἀδελφὸς μὲν ἐγεγόνει Νεκταρίου, τοῦ πρὸ Ἰωάννου τὴν ἐπισκοπὴν καλῶς διοικήσαντος, γηραιὸς δὲ σφόδρα, ὑπὲρ γὰρ ὀγδοήκοντα ἔτη ἐτύγχανεν ὤν. Καὶ τούτου δι' ὑπερβολὴν πρᾳότητος τὴν ἐπισκοπὴν ἡσύχως διέποντος, ὁ τῆς Χαλκηδόνος ἐπίσκοπος Κυρῖνος, οὗ τὸν πόδα ἄκων Μαρουθᾶς ὁ Μεσοποταμίας ἐπίσκοπος ἐπάτησεν, οὕτω κακῶς διετέθη, ὡς σηπεδόνα ποιῆσαι, καὶ γενέσθαι ἀνάγκην ὥστε ἀποπρισθῆναι τὸν πόδα. Οὐχ ἅπαξ δὲ τοῦτο ἐγένετο, ἀλλὰ πλειστάκις ἀπεπρίζετο· ἐπενέμετο γὰρ τὸ πάθος καὶ ὅλον τὸ σῶμα, ὥστε καὶ τὸν ἕτερον πόδα μεταλαβόντα τοῦ κακοῦ τὸ αὐτὸ ὑπομεῖναι. Τούτου χάριν δὲ πεποίημαι μνήμην, ὅτι πολλοὶ ἔφασκον διὰ τὴν εἰς Ἰωάννην βλασφημίαν ταῦτα παθεῖν τὸν Κυρῖνον, ὅτι «ἀγόνατον» αὐτὸν συνεχῶς ἀπεκάλει, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπειδὴ δὲ συνέβη καὶ χάλαζαν παμμεγεθεστάτην ἐν τῇ Κωνσταντινουπόλει καὶ περὶ τὰ αὐτῆς κατενεχθῆναι προάστεια, γέγονε δὲ τοῦτο ἐν τῇ αὐτῇ ὑπατείᾳ, περὶ τὴν τριακάδα τοῦ Σεπτεμβρίου μηνὸς, τοῦτο ἔλεγον κατὰ Θεοῦ μῆνιν γενέσθαι ἐπὶ τῇ ἀκρίτῳ καθαιρέσει Ἰωάννου. Ηὔξησε δὲ τοὺς τοιούτους λόγους καὶ ἡ τῆς βασιλίδος ἐπιγενομένη τελευτή· τετάρτῃ γὰρ ἡμέρᾳ μετὰ τὸ κατενεχθῆναι τὴν χάλαζαν ἐτελεύτησεν. Ἄλλοι δὲ ἔφασκον δίκαια πεπονθέναι τὸν Ἰωάννην ἐπὶ τῇ καθαιρέσει, ὅτι πολλὰς ἐκκλησίας τῶν Ναυατιανῶν καὶ Τεσσαρεσκαιδεκατιτῶν καὶ ἄλλων τινῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Λυδίαν γενόμενος ἔλαβεν, ἡνίκα διὰ τὴν Ἡρακλείδου χειροτονίαν ἐπὶ τὴν Ἔφεσον ἐστάλη. Ἀλλὰ πότερον δικαία ἡ καθαίρεσις Ἰωάννουκατὰ τὸν λόγον τῶν λυπηθέντων ὑπ' αὐτοῦ ἐγένετο, ἢ Κυρῖνος δικαίαν τῆς βλασφημίας ἐδίδου δίκην, καὶ πότερον διὰ Ἰωάννην ἡ χάλαζα κατηνέχθη, καὶ ἡ βασίλισσα ἐτελεύτησεν, ἢ ταῦτα δι' ἑτέρους ἐγίνετο λόγους, ἢ καὶ δι' ἀμφότερα, Θεὸς ἂν εἰδείη, ὁ τῶν κρυπτῶν γνώστης, ὁ καὶ αὐτῆς τῆς