156
κουφοτέραν τὴν ἀθυ μίαν ποιῶν, οὐκ ἔστι. κβʹ. "Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν· καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος." Καὶ αὐτήν μοι, φησὶ, τὴν τροφὴν πικρὰν καὶ ἀνιαρὰν κατ εσκεύασαν· ἀνήδονος γὰρ τοῖς μετ' ὀδύνης ἐσθίουσι καὶ ἡδίστη τροφή. κγʹ. "Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐ τῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάν δαλον." Καὶ τὴν αὐτῶν τοίνυν εὐφροσύνην εἰς συμφορὰς μετέβαλε, ∆έσποτα· καὶ οἷς ἔδρασαν πε ριπέσοιεν. Τράπεζαν γὰρ τὴν εὐφροσύνην ἐκάλεσε· τὰς δὲ τιμωρίας, παγίδα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Γένοιτο ἡ τράπεζα αὐτῶν ἔμπροσθεν αὐτῶν εἰς παγίδα, καὶ εἰς τιμωρίαν, ὥστε συλ ληφθῆναι. κδʹ. "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν." Ἐπάγαγε αὐτοῖς τὸ ζοφῶδες νέφος τῶν συμφορῶν. "Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ καμψον." ∆ουλείαν αὐτῶν καταψήφισαι, ∆έσποτα· ἵνα οἷς ποιοῦσι περιπέσωσιν, εἰς ἐπίπονον ἐργασίαν συγκεκυφότες ἀεί. κεʹ. "Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου· καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς." Πᾶσαν αὐτοῖς, φησὶν, ἐπάφες τὴν τῆς τιμωρίας ὀργὴν, καὶ ταχεῖαν καὶ διαρκῆ ἐπάγαγε συμφοράν. ∆ιὰ γὰρ τοῦ θυμοῦ τὸ ταχὺ δεδήλωκε· τοιοῦτος γὰρ ὁ θυμός· διὰ δὲ τῆς ὀργῆς, τὸ ἐπίμονον· τοιαύτη γὰρ ἡ τῆς ὀργῆς φύσις. Ὁ γὰρ θυμὸς ὀξύς ἐστι καὶ ὀλιγοχρόνιος, ἡ δὲ ὀργὴ, βραδυτέρα μὲν, μονιμωτέρα δέ. Θυμὸν τοίνυν ὀργῆς τὴν ὀξεῖαν καὶ ἐπίμονον ἐκάλεσε τιμω ρίαν. κʹ. "Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη· καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοι κῶν." ∆ιὰ πάντων δὲ τὴν δικαίαν ψῆφον αἰτεῖ· καὶ οἷς δεδράκασιν ὑποβληθῆναι αὐτοὺς ἱκετεύει. Ἐπειδὴ γὰρ καὶ τὴν Ἱερουσαλὴμ, καὶ τὰς ἄλλας τῆς Ἰουδαίας πόλεις πορθήσαντες, ἐρήμους ἀπ έφήναν [οἱ Χαλδαῖοι], ταῦτα παθεῖν καὶ τὴν 80.1409 αὐτῶν ἱκετεύει πατρίδα· καὶ τετύχηκε τῆς αἰτή σεως. Ἔρημος γὰρ καὶ γέγονε καὶ μεμένηκεν ἡ Βαβυλὼν, μέχρι καὶ τήμερον· εἰδέναι μέν τοι προσ ήκει, ὡς ἅπερ ᾔτησαν Ἰουδαῖοι Βαβυλωνίους παθεῖν, δυσσεβείᾳ καὶ πονηρίᾳ κατ' αὐτῶν κεχρη μένους, ταῦτα πεπόνθασιν αὐτοὶ, κατὰ τοῦ εὐερ γέτου καὶ Σωτῆρος λυττήσαντες. Βαβυλώνιοι μὲν γὰρ αὐτοῖς πικρὰν εἰργάσαντο τὴν τροφήν· οὐ τοι αύτην αὐτοῖς δεδωκότες τροφήν· ἀλλὰ τῇ ἐπιπόνῳ δουλείᾳ τὴν ἔμφυτον τῆς τροφῆς ἡδονὴν ἀφελόμενοι. Ἰουδαῖοι δὲ οὐκ ἀδικούμενοι, ἀλλὰ παντοδαπὰς εὐερ γεσίας δεχόμενοι, αὐτῷ τῷ εὐεργέτῃ προσήνεγκαν τὴν χολὴν, καὶ αὐτὸ τὸ ὄξος, οἷόν τις ἀμπελὼν ἐπιζήμιος. Οὗ δὴ χάριν ταῖς αὐταῖς ὑπεβλήθησαν τιμωρίαις, καὶ ἐγένετο ἡ τράπεζα αὐτῶν εἰς παγί δα, καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Ἀντὶ γὰρ τῆς προτέρας εὐκληρίας δουλείαν κατεψηφίσθη σαν· καὶ οἱ ὀφθαλμοὶ δὲ αὐτῶν ἐσκοτίσθησαν, ἰδεῖν τὸ ἀληθινὸν οὐκ ἀνασχόμενοι φῶς, καὶ ὁ νῶτος δὲ αὐτῶν διηνεκῶς τῇ δουλείᾳ καὶ τῇ πενίᾳ συγκέκαμπται, διὰ τὸν γαῦρον αὐχένα, καὶ τὸν σκληρὸν αὐτῶν τράχηλον· καὶ ἡ ἔπαυλις αὐτῶν ἐγένετο ἔρημος, καὶ ἐν τοῖς τῆς Ἱερουσαλὴμ σκηνώμασιν οὐδεὶς αὐτῶν κατοικεῖ. Ταῖς οἰκείαις τοίνυν ἀραῖς ὑπεβλήθησαν· καὶ ἃ τοῖς Βαβυλωνίοις ἐπηράσαντο ἀδικούμενοι, ταῦτα πεπόνθασιν ἀδική σαντες, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενόμε νοι. Τούτου χάριν καὶ οἱ θεῖοι ἀπόστολοι ταῖς ἐντεῦθεν ἐχρήσαντο μαρτυρίαις, τῆς προφητείας τὸ διπλοῦν ἐπιστάμενοι. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. κζʹ. "Ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν· καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν." Σὺ μὲν γὰρ, φησὶ, δίκας με τῆς παρανομίας εἰσ πραττόμενος, οἷόν τισι δημίοις παρέδωκας τούτοις· οὗτοι δὲ πλείοσί με, ἢ προσέταξας, κακοῖς περι έβαλον· καὶ ἐπηύξησάν μοι τὴν διὰ τὴν ἁμαρτίαν ὀδύνην. Ταύτην αὐτῶν καὶ ὁ τῶν ὅλων Θεὸς κατ ηγορεῖ τὴν ὠμότητα, καί φησιν, "Ἐγὼ αὐτοὺς παρ έδωκα εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεον· καὶ τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν, καὶ νεώτερον οὐκ ἠλέησας." κηʹ. "Πρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ." Τὴν διὰ τὴν ἁμαρτίαν ἐπαγομένην τιμωρίαν ἀνομίαν ἐκά λεσεν· ἀντὶ τοῦ, Ἐπίθες αὐτοῖς ἀνόμως ζῶσι τιμω ρίαν ἀξίαν· καὶ μὴ τύχωσιν ἀγαθῶν ἃ τοῖς δικαίοις εἴωθας ἀπονέμειν.