156
ἅγιοι. γευσώμεθα καὶ ἡμεῖς, ἀγαπητοί, τῆς ἀγάπης Χριστοῦ, περιπατήσωμεν ἐν ἴχνεσιν ἁγίων ῥέξωμεν τὰς προσπαθείας τοῦ αἰῶνος τούτου. οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν, ἡ ἄνω Ἱερουσαλὴμ πατρὶς καὶ πόλις ἡμῶν. ὦ ἄνδρες δυνατοὶ ἐν πνεύματι, ὦ τέκνα θεοῦ (οὐ γὰρ ἐμοῦ τοῦ ταπεινοῦ οὗτοι οἱ λόγοι καὶ ἁμαρτωλοῦ), μὴ ὀκλάσωμεν κἂν πάντες τραποῖεν, ὅπερ μὴ γένοιτο, ἀλλ' ἡμεῖς ὡς πάλαι ὑπὸ θεοῦ δυναμωθέντες καὶ τανῦν μονομαχήσωμεν. μεθ' ἡμῶν ὁ θεός, πάντες οἱ ἀπ' αἰῶνος ἅγιοι, μεθ' ἡμῶν ἀνατολὴ καὶ δύσις. μικρὰ μερὶς ἡ ἀπορρήξασα ἑαυτὴν ἀπὸ τῆς ὑπ' οὐρανὸν ἐκκλησίας, καὶ τοῦτο διὰ φόβον, διὰ τὰ πρόσκαιρα, διὰ τὴν σάρκα, ἣν μικρὸν ὕστερον παραδώσομεν τῷ αἰωνίῳ πυρὶ σὺν τῇ ψυχῇ, εἰ μὴ ἀντισχώμεθα τῆς ἀληθείας. ἔστω καὶ πειρασθῶμεν, καὶ μαστιχθῶμεν, καὶ τοῦτο πολλάκις, τέλος καὶ ἀποθάνωμεν· εἶται οὐκ ἔστι χαρὰ ἀνεκλάλητος ἐπιτυχεῖν ἡμᾶς βασιλείας οὐρανῶν κἀντεῦθεν ἀπενέγκασθαι κλέος ἀθάνατον; ἢ τοὐναντίον φυγόντας τὰ προειρημένα κἀντεῦθεν κωμῳδισθῆναι μέχρι τέλους καὶ αἰσχύνην ὑποῖσαι ἀτελεύτητον; ναί, δέομαι, τεκνία μου, οὓς ἐγέννησα ἐν Κυρίῳ, οὓς ηὔξησε Χριστὸς ἐν πόνοις καὶ κόποις οὐ μόνον ἀσκητικοῖς, ἀλλὰ γὰρ καὶ ἀθλητικοῖς· πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. ἀποστολικὰ τὰ παραγγέλματα, κἂν παρ' ἐμοῦ τοῦ ταλαιπώρου ὑπομιμνησκόμενα. προσεύχεσθε καὶ περὶ ἐμοῦ, παρακαλῶ, ἵνα μοι δοθῇ ἰσχύς, κράτος, λόγος δι' ὑμᾶς (κἂν ἐγὼ ἀνάξιος θείας χάριτος), ὅπως ὁμοθυμαδὸν ἐν ἑνὶ πνεύματι δοξασθῇ ὁ θεὸς ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματι ἡμῶν. Στεῖλον εἰς τὸν ἀρχιεπίσκοπον τὸν καλὸν ∆ιονύσιον. προσαγόρευσον τὸν ἀββᾶν Πέτρον, τὸν ἀββᾶν Ἰγνάτιον καὶ τὸν ἀββᾶν Τιθόιον καὶ ὑπόδειξον αὐτοῖς τὸ γράμμα. ἔτι ἑτοιμάζου σὺν τοῖς λοιποῖς, καὶ μάλιστα τοῖς προγεγραμμένοις, ὅτι τῶν ἐγγύθεν ὑμῶν ὀλισθησάντων οὐκ ἔστιν ὑμᾶς ἐαθῆναι, ὑπ' αὐτῶν ἐκείνων διαβαλλομένους. δοίη δὲ Κύριος σθένος, κράτος, νοῦν, ὀφθαλμόν, σύνεσιν, πᾶν ὁτιοῦν εὖ πρᾶξαι ὑμᾶς εἰς ἔπαινον καὶ δόξαν Χριστοῦ, εἰς καύχημα ἐμόν, εἰς κλέος ὑμῶν αἰώνιον. προσαγορεύουσιν οἱ συνόντες μοι ἀμφοτέρους· ὁ Χριστὸς μεθ' ὑμῶν. ἀμήν. 224 {1Τῷ αὐτῷ}1 Τίς ὁ ἐμὸς βίος καὶ λόγος, ὅτι οὕτω περιτρύζετέ με, ὦ τέκνον, καὶ περιπονεῖσθε, ἐκ τοσούτου μήκους καὶ ἐν τοσούτῳ πειρασμῷ παραλογιζόμενοι πάντα πόνον καὶ κίνδυνον ἐν τῷ ἐπισκέπτεσθαι τὴν ταπείνωσίν μου, καὶ τοῦτο ἀδιαλείπτως, καὶ τοῦτο μετὰ τοσαύτης δωροφορίας; ἐποιήσατε τὰ μακρὰν ἐγγύς, τὰ δυσάνυστα εὐάνυστα, τὰ ἔρημα εὐδιάβατα, ἐξεπλήξατε τοὺς ὁρῶντας, διηνοίξατε στόματα εἰς αἰνέσεις Κυρίου κατανοούντων τῆς πίστεως καὶ ἀγάπης ὑμῶν τὰ κατορθώματα· ποῦ γὰρ οὕτω προήχθησάν τινες τῶν ἄλλων ἐνδείξασθαι πρὸς τοὺς οἰκείους πατέρας τὰ τῆς εἰλικρινοῦς φιλίας; εὐλογητὸς ὁ θεὸς ὁ οὕτως ὑμᾶς ἀναδείξας κατὰ τὴν ὑμῶν μὲν ἀρετήν, παρ' ἀξίαν δὲ τῆς ἐμῆς ταλαιπωρίας· ὁμολογῶ γὰρ ἁμαρτωλὸς ὑπάρχειν, πάντων ἀνθρώπων ἐλαχιστότερος, κἂν αὐτὸς ἀγάπῃ φερόμενος τοσούτοις ἐγκωμίοις με δοκιμάζοις καταστέφειν. ἀπέχω οὖν, ὦ ἐπιπόθητε, τὰ τῆς πεποιθήσεώς σου, ἀπέχω τὰ τῆς γηροκομίας σου· ὡς τέκνον ἐβάστασας, ὡς ἀδελφὸς ἐθεράπευσας, προσθείην καὶ ὡς πατὴρ ἐθησαύρισας· εἰ δὲ καὶ ὡς συνεργὸς συνεκοπίασας, εἴ τε ὡς μαθητὴς τὰ ὑστερήματα ἀνεπλήρωσας, εὖ σε ποιήσαι Κύριος ὁ θεὸς τοῦ πατρός μου καὶ προσθείη πνεῦμά σοι ἐπὶ πνεύματι, δύναμιν ἐπὶ δυνάμει, σύνεσιν ἐπὶ συνέσει μέχρι τέλους. Εἶεν. τὸ λοιπὸν προσεύχου περὶ τῆς ταπεινώσεώς μου ἵνα εὐαρέστως Κυρίῳ πορεύσωμαι κἂν πρὸς τὸ ἑξῆς τῆς ζωῆς μου. πάνυ ἀνεπάην ἐπὶ τῷ ἀδελφῷ Ἀδριανῷ, εἴ γε καὶ παραχωρηθείη μοι συνεῖναι· ἐπίσχες τοῦ ἀποστεῖλαι μέχρι Σεπτεμβρίου ἐνταῦθα διὰ πολλά, οὐκ οἶδα εἰ μή τι ἀναγκαῖον. γνοὺς τὰ τῶν τινων ἡγουμένων ἐστέναξα ὁ τάλας· στηριχθείησαν