156
ἑνωθῆναι τῷ στρατῷ τοῦ Ῥαζάτου, καὶ στῆναι εἰς τὸν Ναρβᾶν ποταμὸν ἀπὸ ιβʹ μιλίων Κτησιφῶντος· καὶ ἐκέλευσεν αὐτούς, ἵνα, ἡνίκα περάσῃ τὸν ποταμὸν ὁ βασιλεύς, κόψωσι τὴν γέφυραν καὶ τὴν ποντογέφυραν. ὁ δὲ βασιλεὺς τῇ ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνὸς κινήσας ἐκ τοῦ ∆ασταγὲρδ καὶ περιπατήσας τρεῖς 325 ἡμέρας ἠπλήκευσεν ἀπὸ ιβʹ μιλίων τοῦ Ναρβᾶ ποταμοῦ, ὅπου ἦν τὸ φωσάτον τῶν Περσῶν, ἐν οἷς εἶχον καὶ διακοσίους ἐλέφαντας· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Γεώργιον τὸν τουρμάρχην τῶν Ἀρμενιάκων, ἵνα ἀπέλθῃ μέχρι τοῦ ποταμοῦ καὶ καταμάθῃ, εἰ ἔχει πέραμα ὁ Ναρβᾶς. καὶ εὑρών, ὅτι ἔκοψαν τὰς γεφύρας, καὶ οὐκ ἔχει πέραμα ὁ Ναρβᾶς, ὑπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἀποκινήσας ὁ βασιλεὺς ἦλθεν εἰς τὸν Σιάζουρον, καὶ περιήρχετο πυρπολῶν τὰς χώρας καὶ τὰς πόλεις ὅλον τὸν Φεβρουάριον μῆνα. τῷ δὲ Μαρτίῳ μηνὶ ἐλθὼν εἰς χωρίον λεγόμενον Βάρζαν ἐποίησεν ἑπτὰ ἡμέρας καὶ ἀπέστειλε Μεζέζιον τὸν στρατηγὸν εἰς κοῦρσον. καὶ προσερρύη αὐτῷ Γουνδαβουσᾶν, ὅς τις χιλίαρχος ἦν τῆς στρατιᾶς Σαρβάρου, μετὰ ἄλλων πέντε, τριῶν μὲν κομήτων, δύο δὲ ἀξιωματικῶν· καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα. ὅς τις Γουνδαβουσᾶν ἀναγκαῖα πράγματα τῷ βασιλεῖ ἀπήγγειλε λέγων, ὅτι "ὅταν ἔφυγεν ὁ Χοσρόης ἀπὸ τοῦ ∆ασταγὲρδ καὶ ἀπῆλθεν ἐν Κτησιφῶντι καὶ Σελευκείᾳ, ἠσθένησε δυσεντερίᾳ καὶ ἠθέλησε τὸν υἱὸν Μερδασὰν τὸν τεχθέντα ἐκ τῆς Σειρὲμ στέψαι· καὶ ὅτι ἀντεπέρασε τὸν ποταμὸν πάλιν καὶ ἤνεγκε μεθ' ἑαυτοῦ τὸν Μερδασὰν καὶ τὴν Σειρὲμ καὶ τὸν ἄλλον αὐτῆς Σαλιάρ· τὸν δὲ πρωτότοκον αὐτοῦ υἱὸν Σιρόην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τὰς γυναῖκας αὐτοῦ ἔασε πέραν τοῦ ποταμοῦ. καὶ γνοὺς Σιρόης, ὅτι τὸν Μερδασὰν θέλει στέψαι, ἐταράχθη καὶ ἔπεμψε τὸν συγγάλακτον αὐτοῦ πρὸς Γουνδαβουσᾶν δηλώσας αὐτῷ, ὅτι "ἐλθὲ πέραν τοῦ ποταμοῦ, ἵνα συντύχω σοι." ὁ δὲ Γουνδαβουσᾶν ἐφοβήθη τὸν Χοσρόην περᾶσαι, καὶ δηλοῖ αὐτῷ, ὅτι "γράψον μοι διὰ τοῦ συγγαλάκτου σου, εἴ τι θέλεις." καὶ ἔγραψεν αὐτῷ Σιρόης, ὅτι "γινώσκεις, πῶς ἡ πολιτεία τῶν Περσῶν ἀπώλετο ἐκ τοῦ κακοῦ ἀνθρώπου Χοσρόου, καὶ θέλει στέψαι τὸν Μερδασάν, καὶ ἐμὲ τὸν πρωτότοκον αὐτοῦ περιεφρόνησεν. καὶ ἐὰν λαλήσῃς τὸν στρατόν, 326 ἵνα δέξωνταί με, καὶ τὰς ῥόγας αὐτῶν ἐπαυξῆσαι ἔχω καὶ εἰρήνην ποιῶ μετὰ τοῦ βασιλέως Ῥωμαίων καὶ μετὰ τῶν Τούρκων, καὶ καλῶς ἔχομεν ζῆσαι. καὶ σπούδασον μετὰ τοῦ λαοῦ σου, ἵνα ἐγὼ βασιλεύσω· καὶ πάντας ὑμᾶς προαναβιβάσαι ἔχω καὶ συγκροτῆσαι, καὶ κατ' ἐξαίρετον σέ." καὶ ὅτι ἐδήλωσα αὐτῷ διὰ τοῦ συγγαλάκτου αὐτοῦ, ὅτι, εἴ τι δύναμαι, λαλῆσαι ἔχω τὸν στρατὸν καὶ μοχθῆσαι." καὶ ἐλάλησα κβʹ κόμητας καὶ ἐποίησα αὐτοὺς τῆς γνώμης μου καὶ ἄλλους ἄρχοντας καὶ στρατιώτας πολλούς. καὶ ταῦτα ἐδήλωσα τῷ Σιρόῃ, καὶ ἐδήλωσέ μοι, ἵνα τῇ κγʹ τοῦ Μαρτίου μηνὸς λάβω ταξάτους νεωτέρους καὶ εἰς τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ ὑπαντήσω αὐτῷ, καὶ λάβωμεν αὐτὸν εἰς τὸν στρατὸν καὶ κινήσωμεν κατὰ Χοσρόου. καὶ ὅτι μετὰ Σιρόου εἰσὶ καὶ οἱ δύο υἱοὶ τοῦ Σαρβαραζᾶ, καὶ ὁ υἱὸς τοῦ Ἰεσδέμ, καὶ ἄλλα πολλὰ τέκνα ἀρχόντων, καὶ ὁ υἱὸς τοῦ Ἀράμ, πάντες ἐπίλεκτοι· καὶ ὅτι εἰ μὲν δυνηθῶσιν ἀνελεῖν τὸν Χοσρόην, εὖ καὶ καλῶς· εἰ δὲ ἀστοχήσωσιν, πάντες σὺν τῷ Σιρόῃ προσρύονται τῷ βασιλεῖ· καὶ ἀπέστειλέ με πρὸς σέ, δέσποτα· αἰδεῖται γὰρ τὴν βασιλείαν τῶν Ῥωμαίων, ὅτι τὸν Χοσρόην ἔσωσέ ποτε, καὶ πολλὰ κακὰ ἔπαθεν ἐξ αὐτοῦ ἡ τῶν Ῥωμαίων γῆ, καὶ ὅτι διὰ τὴν ἐκείνου ἀγνωμοσύνην οὐδὲ ἐμοὶ ἔχει ὁ βασιλεὺς πιστεῦσαι." ὁ δὲ βασιλεὺς τοῦτον πάλιν πρὸς Σιρόην ἀποστείλας ἐδήλωσεν ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς κατεχομένους ἐν αὐταῖς Ῥωμαίους ἐκβάλαι καὶ δοῦναι αὐτοῖς ὅπλα, καὶ οὕτω ἀποκινῆσαι κατὰ Χοσρόου. ὁ δὲ Σιρόης ὑπακούσας τῷ βασιλεῖ καὶ ἐκβαλὼν τοὺς κατακλείστους ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ. αὐτὸς δὲ φυγεῖν δοκιμάσας καὶ μὴ ἰσχύσας ἐκρατήθη. τοῦτον δὲ δεσμήσαντες σφοδρῶς σιδηροπέδαις ὀπισθάγκωνα τοῖς τε ποσὶ καὶ τῷ τραχήλῳ βάρη σιδηρᾶ περιέθηκαν