1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

157

λαμβάνειν ἐπιθυμοῦσαι τὸ αὐτοῦ θέλημα ἐπιτελεῖν. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, εἴρηται καὶ τῷ νόμῳ ἐκ προσώπου τοῦ θεοῦ· «Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι». ἀληθῶς γὰρ ἀποκτέννει καὶ ζωογονεῖ, ἀποκτέννει μὲν διὰ τῆς ἀριστερᾶς, τουτέστι διὰ τοῦ ἐπὶ κα- κώσει τῶν ἀσεβῶν χαίρειν κραθέντος πονηροῦ-σσζει δὲ καὶ εὐεργε- τεῖ διὰ τῆς δεξιᾶς, τουτέστι διὰ τοῦ ἐπ' εὐεργεσίᾳ καὶ σωτηρίᾳ δικαίων χαίρειν δημιουργηθέντος ἀγαθοῦ. εἰσὶ δὲ οὗτοι τὰς οὐσίας ἔχοντες οὐκ ἔξω- θεν τοῦ θεοῦ· οὐδὲ γὰρ ἔστιν ἑτέρα τις ἀρχή. οὐ μὴν ὑπὸ τοῦ θεοῦ ὡς ζῷα προεβλήθησαν (ὁμόδοξοι γὰρ αὐτῷ ἦσαν) οὔτε συμβεβήκασιν, αὐ- τομάτως παρὰ τὴν αὐτοῦ βουλὴν γεγονότες (ἐπεὶ τὸ τῆς δυνάμεως αὐτοῦ μέγιστον ἀνῄρητο ἄν), ἀλλὰ ἀπὸ τοῦ θεοῦ μὲν προβέβληνται τὰ πρώ τιστα στοιχεῖα τέσσαρα, τό τε θερμὸν καὶ ψυχρὸν ὑγρόν τε καὶ ξηρόν. ὅθεν δὴ καὶ πατὴρ τυγχάνει πάσης οὐσίας <...> οὔσης γνώμης τῆς μετὰ τὴν κρᾶσιν· ἔξω γὰρ κραθεῖσιν αὐτοῖς ὡς τέκνον ἡ προαίρεσις ἐγεννήθη. ὁ οὖν πονηρὸς πρὸς τῷ τοῦ ἐνεστῶτος κόσμου τέλει ὑπουργήσας ἀμέμπτως τῷ θεῷ, ἅτε δὴ οὐ μιᾶς οὐσίας ὢν τῆς πρὸς κακίαν μόνης, μετασυγκριθεὶς ἀγαθὸς γενέσθαι δύναται. οὐδὲ γὰρ νῦν κακόν τι ποιεῖ, καίτοι κακὸς ὤν, νομίμως κακουχεῖν εἰληφὼς τὴν ἐξουσίαν. Ταῦτα τοῦ Πέτρου εἰπόντος Μιχαίας, καὶ αὐτὸς τῶν ἀκολούθων τις ὤν, ἐπύθετο· Πόθεν οὖν τοῖς ἀνθρώποις τὸ ἁμαρτάνειν; καὶ ὁ Πέτρος ἔφη· Ἐκ τοῦ ἀγνοεῖν ὅτι περὶ ὧν πράσσουσι κακῶς κρί<σεως γε>νομένης πάντως κολασθῆναι ἔχουσιν· ὅθεν καὶ τὴν ἐπιθυμίαν, ὡς ἄλλοτε εἶ<πον, εἰς> διαδοχὴν βίου ἔχοντες, ταύτην πληροφοροῦσιν ὡς ἔτυχεν, ἢ μ<οι- χείᾳ ἢ> παίδων φθορᾷ ἢ ἄλλῃ τινὶ κολακευούσῃ ἁμαρτίᾳ. τῷ γὰρ ἀγνο- εῖν ὅτι κρίνονται, ὡς φθάσας εἶπον, διὰ τὸ ἄφοβον τὴν ἐπιθυμίαν οὐ νομίμως πληροῦν ἐπείγονται. ὥστε οὐχ ὁ θεὸς κακός, ὁ καλῶς θεὶς τὴν ἐπιθυμίαν, ἵνα διαδοχὴ βίου γένηται, ἀλλ' αὐτοὶ ἀσεβέστατοι οἱ τῷ καλῷ τῆς ἐπιθυμίας χρησάμενοι κακῶς. οὕτω δὴ καὶ ἐπὶ τῆς ὀργῆς ἔστι λογίσασθαι, ὅτι δικαίως μὲν αὐτῇ τις χρησάμενος ὡς ἔξεστιν, εὐσεβεῖ-παρὰ δὲ τὸ μέτρον ἐξελθὼν καὶ ἑαυτῷ τὴν κρίσιν λαβὼν ἀσεβεῖ. Καὶ ὁ Σοφονίας πάλιν ἔφη· Ἡ μακροθυμία σου, κύριέ μου Πέτρε, παρ- ρησίαν ἡμῖν χαρίζεται ἀκριβείας χάριν κατὰ πολλὰ πυνθάνεσθαί σου· διὸ θαρροῦντες παντὶ τρόπῳ τὴν ἐξέτασιν ποιούμεθα. μέμνημαι τοίνυν ὡς χθὲς Σίμων πρὸς σὲ τὴν ζήτησιν ἔχων ἔφη ὅτι ὁ πονηρός, εἰ ἀπὸ τοῦ θεοῦ γεγέννηται, ἀκολούθως τῆς αὐτῆς τῷ προβαλόντι τυγχάνει οὐσίας καὶ ἀγαθὸς ὤφειλεν εἶναι καὶ οὐχὶ κακός. σὺ δὲ ἀπεκρίνω μὴ πάντως οὕτως ἔχειν, καθότι πολλοὶ ἐξ ἀγαθῶν κακοὶ γεννῶνται, ὥσπερ ἐκ τοῦ Ἀδὰμ ὁποῖοί τινες ὄντες δύο ἐγεννήθησαν, ὧν ὁ μὲν ἦν κακός, ὁ δ' ἀγαθός. τοῦ δὲ Σί- μωνος αἰτιασαμένου ὅτι ἀνθρωπίνοις ἐχρήσω παραδείγμασιν, ἀπεκρίνω ὅτι τούτῳ τῷ λόγῳ οὐδὲ τὸ γεννῆσαι θεὸν παραδέξασθαι δεῖ· ἀνθρώπινον γὰρ καὶ τοῦτο τὸ παράδειγμα. ἐγὼ δὲ Σοφονίας τὸ μὲν γεννῆσαι θεὸν παρα- δέχομαι, τὸ δὲ κακὸν γεννῆσαι οὐ προσίεμαι, κἂν τῶν ἀνθρώπων οἱ ἀγαθοὶ κακοὺς γεννῶσι. καὶ μήτοι νομίσῃς με ἀλόγως τῶν ἀνθρώποις διαφερόντων ἔνια μὲν τῷ θεῷ ἀποδιδόναι, ἔνια δὲ οὔ, ἐπειδὴ τὸ μὲν γεννῆσαι δίδωμι, τὸ