157
τύραννος, οὔτε ἐπίσκοπος ἀγνοίᾳ ἢ κακονοίᾳ πεπιεσμένος ἔτι ἐπίσκοπός ἐστιν, ἀλλὰ ψευδώνυμος, οὐ παρὰ Θεοῦ, ἀλλὰ παρὰ ἀνθρώπων προβληθείς, ὡς Ἀνανίας καὶ Σαμαίας ἐν Ἱερουσα λήμ, καὶ Σεδεκίας καὶ Ἀχίας οἱ ἐν Βαβυλῶνι ψευδοπροφῆται. Ἀλλὰ καὶ Βαλαὰμ ὁ μάντις τιμωρίαν ἔτισε διαφθείρας τὸν Ἰσραὴλ ἐν τῷ Βεελφεγώρ, καὶ Καϊάφας ὕστερον αὐτο φονευτὴς ἑαυτοῦ γέγονεν, καὶ οἱ υἱοὶ Σκευᾶ ἐπιχειροῦντες δαίμονας ἐλαύνειν ὑπ' αὐτῶν τραυματίαι γενόμενοι ἔφυγον ἀπρεπῶς, καὶ οἱ βασιλεῖς τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα ἀσεβή σαντες παντοίας τιμωρίας ἔτισαν. ∆ῆλον οὖν ὡς καὶ οἱ ψευδώνυμοι ἐπίσκοποι καὶ πρεσβύτεροι οὐκ ἐκφεύξονται τὴν παρὰ τοῦ Θεοῦ δίκην· ·ηθήσεται γὰρ αὐτοῖς καὶ νῦν· «Ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντές μου τὸ ὄνομα, παραδώσω ὑμᾶς εἰς σφαγὴν ὡς Σεδεκίαν καὶ Ἀχίαν, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος», ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ταῦτα δέ φαμεν οὐ τὰς ἀληθεῖς προφητείας ἐξουθενοῦν τες, ἴσμεν γὰρ αὐτὰς κατ' ἐπίπνοιαν Θεοῦ ἐν τοῖς ὁσίοις ἐνερ γεῖσθαι, ἀλλὰ τὸ θράσος τῶν ἀλαζονευομένων καταστέλλοντες καὶ προστιθέντες ἐκεῖνο, ὅτι τῶν τοιούτων ὁ Θεὸς περιαιρεῖ τὴν χάριν· «Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, ταπει νοῖς δὲ δίδωσι χάριν.» Σίλας μὲν οὖν καὶ Ἄγαβος ἐφ' ἡμῶν προφητεύσαντες οὐ παρεξέτειναν ἑαυτοὺς τοῖς ἀποστόλοις οὐδὲ ὑπερέβησαν τὰ ἑαυτῶν μέτρα, καίτοι θεοφιλεῖς ὄντες. Προεφήτευσαν δὲ καὶ γυναῖκες, τὸ μὲν παλαιὸν Μαριὰμ ἡ Μωϋσέως καὶ Ἀαρὼν ἀδελφή, μετὰ δὲ αὐτὴν ∆εββῶρα, καὶ μετ' αὐτὴν Ὀλδὰ καὶ Ἰουδίθ, ἡ μὲν ἐπὶ Ἰωσίου, ἡ δὲ ἐπὶ ∆αρείου· καὶ ἡ μήτηρ δὲ τοῦ Κυρίου προεφήτευσεν καὶ Ἐλισαβὲτ ἡ συγγενὴς αὐτῆς καὶ Ἄννα, καὶ ἐφ' ἡμῶν αἱ Φιλίππου θυγατέρες· ἀλλ' οὐκ ἐπήρθησαν κατὰ τῶν ἀνδρῶν αὗται, ἀλλ' ἐφύλαξαν τὰ οἰκεῖα μέτρα. Oὐκοῦν καὶ ἐν ὑμῖν κἂν γυνή τις ᾖ κἂν ἀνήρ, καὶ τύχῃ τοιαύτης τινὸς χάριτος, ταπεινοφρονείτω, ἵνα ἐπ' αὐτῷ εὐδοκῇ ὁ Θεός. «Ἐπὶ τίνα γάρ, φησίν, ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ἐξεθέμεθα περὶ τῶν χαρισμάτων, ὅσαπερ ὁ Θεὸς κατ' ἰδίαν βούλησιν παρέσχεν ἀνθρώποις, καὶ ὅπως τῶν ψευδῆ ἐπιχειρούντων λέγειν ἢ ἀλλοτρίῳ πνεύματι κινουμένων ἤλεγξε τὸν τρόπον, καὶ ὅτι πονηροῖς πολλάκις ἀπεχρήσατο ὁ Θεὸς πρός τε προφητείαν καὶ τερατοποΐαν. Νυνὶ δὲ δὲ ἐπὶ τὸ κορυφαιότατον τῆς ἐκκλησιαστικῆς διατυπώσεως ὁ λόγος ἡμᾶς ἐπείγει, ὅπως καὶ ταύτην μαθόντες παρ' ἡμῶν τὴν διάταξιν, οἱ ταχθέντες δι' ἡμῶν γνώμῃ Χριστοῦ ἐπίσκοποι, πάντα κατὰ τὰς παρα