Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
κέρας. (A f. 375 b) Κατὰ μὲν ἱστορίαν τοῖς Ἀσσυρίοις καὶ Βαβυλωνίοις ἐντέλλεται μὴ βλασφημεῖν κατὰ τοῦ Θεοῦ, μηδὲ μέγα φρονεῖν ἐπὶ τῇ ἰδίᾳ ἰσχύϊ. Τὸ γὰρ κέρας λαμβάνεται μὲν εἰς εἰκόνα ἰσχύος, ἤγουν βα σιλείας, κατὰ τὸ περὶ Χριστοῦ εἰρημένον· "Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ," τουτέστιν ἡ βα σιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία. Κατασημαίνει δὲ καὶ ὑπεροψίαν, ὡς ἐνταῦθα τὸ, Μὴ ὑψοῦτε κέρας. Πρὸς δὲ νοῦν, λέγοι ἂν ὁ Σωτὴρ, ὅτι Στερεώσας τῆς Ἐκκλησίας τοὺς στύλους, τουτ έστι τοὺς ἀποστόλους, τοῖς ἄλλοις παρῄνεσα μὴ παρανομεῖν· δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τῶν ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ. Ὅλας γὰρ ὥσπερ τῇ θεομάχῳ γλώσσῃ τὰς ἡνίας οἱ Φαρισαῖοι χαλάσαν τες, εὐτροχωτάτην ὥσπερ κατὰ Χριστοῦ τὴν δυσφη μίαν ἐποιοῦντο, καὶ παρηνόμουν, ὃν ἥκιστα ἐχρῆν 69.1189 δυσσεβῶς κατακρίνοντες. Ὕψουν δὲ καὶ τὸ κέρας, ἐπίστασθαι τὸ θέλημα τοῦ Θεοῦ διισχυριζόμενοι ἐν τῷ λέγειν· "Ἡμεῖς οἴδαμεν ὅτι Μωσεῖ λελάληκεν ὁ Θεός." Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ Θεοῦ ἀδικίαν. (A f. 375 b, G f. 72, H f. 257 b, L f. 177) Ἁμαρ τάνουσι δὲ καὶ λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν οἱ ἀπὸ τῶν ἐθνῶν εἰδωλολατροῦντες· ἐπαίρουσι δὲ ὥσπερ εἰς ὕψος τὸ κέρας, καὶ γαῦρον ἐκτείνουσι τὸν αὐχένα Θεῷ προσκρούοντες οἱ τοῖς τῆς ἀληθείας μαχόμενοι δόγμασι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυ ριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τὴν ἀνο μίαν, μηδὲ κατὰ τοῦ Θεοῦ τὴν γλῶτταν κινεῖν. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. (G f. 72) ∆ιὰ τούτων τὸν πάντα κόσμον τῆς οἰ κουμένης [σημαίνει·] ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ' ἧς ὁ ἥλιος ἔξεισι· δυσμὸν δὲ τὴν ἑσπερίαν· ὄρη τε ἔρημα τὸ ἀρκτῷον καὶ νότιον· ταῦτα γὰρ δι' ἀμε τρίαν κρυοῦ τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ πα ρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδὲν τῶν ἐν πάσῃ τῇ οἰκουμένῃ παρανομούντων λάθοι τὸν Θεόν.
ΨΑΛΜΟΣ ΟΕʹ.
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (A f. 378 b, E f. 152 b) Καὶ
προφῆται καὶ ἀπόστο λοι ὄρη λεχθεῖεν ἂν διὰ τὸ ὑψηλὸν τῆς ἐνούσης αὐτοῖς ἀρετῆς, καὶ ὅτι χθαμαλὸν καὶ χαμαιριφὲς ἐν αὐτοῖς οὐδέν· αἰώνια δὲ, σώζεται γὰρ καὶ διαμένει διηνεκῶς ὁ παρ' αὐτῶν κηρυχθεὶς παρὰ Θεοῦ λόγος. Φωτιζόμεθα οὖν δι' αὐτῶν, τουτέστιν ὁδηγούμεθα, διδασκόμεθα. Σὺ φοβερὸς εἶ. -Πάντες οἱ κύκλῳ
αὐτοῦ οἴσουσι δῶρα. (E f. 1 53. Κυρίλλου, ∆ιδύμου, Ἐφρ.) Τὸ φοβερὸν αἰνίττεται διὰ πάντων. -Κύκλῳ δὲ αὐτοῦ τοὺς ἁγίους καλεῖ τὰς ἀρετὰς προσφέροντας.
ΨΑΛΜΟΣ Οςʹ.
[Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Οἱ μὲν γὰρ πλοῦτον ἔχοντες τὸν ἐπίγειον καὶ δι' αὐτοῦ πολλάκις τὰς τῶν ἐπιβουλευόντων ἐφόδους ἀποσκευάζονται. Ὅπλον δὲ τῷ δικαίῳ Θεὸς, καὶ τὸ διὰ τῆς ἄνωθεν ἐπικουρίας σώζεσθαι προσδοκᾷν.] Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (D f. 191 b) Τὸ δὲ "Ἠδολέσχησά" φησιν ἀντὶ τοῦ Πεφρόντικα καὶ ἐν μερίμναις γέγονα λεπταῖς, ὥστε καὶ ἐγγὺς