157
Σίμωνί τε καὶ Ἰωάννῃ κατηγωνίσαντο τοῦ τυράννου, τοῖς αὐτοῦ στρατηγοῖς ἐπιθέμενος καὶ καταπολεμήσας αὐτοὺς τῇ τῶν οἰκείων παίδων ἀντιμαχίᾳ τῶν καὶ διὰ τοῦτο Μακκαβαίων κλη θέντων ἅμα τοῖς τότε ζήλῳ θείῳ τῶν πατρίων νόμων ὑπεραθλησάντων· ἐν οἷς καὶ οἱ ζʹ νέοι σφόδρα γενναίως σὺν τῇ μητρὶ καὶ τῷ διδασκάλῳ Ἐλεαζάρῳ πολλῶν καὶ πικρῶν βασάνων ὑπερφρονήσαντες νομίμως τὸν βίον κατέλυσαν, θανάτῳ μαρτυρικῷ τελειωθέντες. Ἀσαμωναῖοι λέγονται οἱ ἐκ Ματαθίου, διότι ὁ πατὴρ αὐτῶν Ἀσαμωναῖος ἐλέγετο. ᾤκει δὲ ἐν κώμῃ Μωδεείμ. Ταρσεῖς καὶ Μαλῶται κατὰ Ἀντιόχου ἐστασίασαν ὡς δωρεᾷ διδόμενοι τῇ παλλακῇ αὐτοῦ Ἀντιοχίδι· πρὸς οὓς ἧκεν Ἀντίοχος, Ἀνδρόνικον καταλείψας ἐν ∆άφνῃ ἐπὶ τῶν πραγμάτων, ὃς ἀνελὼν Ὀνείαν τὸν ἱερέα δόλῳ τοῦ Μενελάου, καὶ αὐτὸς ἀναιρεῖται ὑπὸ τοῦ Ἀντιόχου ὡς φονεύς. Συρίας θʹ ἐβασίλευσεν Ἀντίοχος Εὐπάτωρ υἱὸς αὐτοῦ ἔτος αʹ, μῆνας ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετκαʹ. Ἀντίοχος οὗτος πατάξας Αἴγυπτον καὶ πρὸς τὸν Φιλομήτορα Πτολε 346 μαῖον πολεμήσας εἰς τὴν Ἰουδαίαν ἐπανῆλθε, τὴν ἀρχιερωσύνην τε Ἰησοῦ τῷ καὶ Ἰάσωνι ἐνεχείρισεν ἀδελφῷ Ὀνείου, καὶ πάλιν ἐκβαλὼν αὐτὸν ἀδελφῷ τε καὶ Μενελάῳ δέδωκεν. οἱ δὲ στασιάσαντες πρὸς ἀλλήλους κα κῶν μεγάλων αἴτιοι γεγόνασιν Ἰουδαίοις. ΚΟΣΜΟΥ ΕΤΗ Ἰουδαίων ιςʹ ἀρχιεράτευσεν Ἰούδας υἱὸς Ματαθίου αʹ ἀρχιερέως ἔτη γʹ, οἱ δὲ ςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετλδʹ. Τινὲς ἱστοροῦσι Ματαθίου ἔτη γʹ τῆς ἀρχιερωσύνης καὶ Ἰούδα ἔτη ςʹ. Ἰουδαίων ιζʹ ἀρχιεράτευσεν Ἰωνάθης ἀδελφὸς Ἰούδα τοῦ Μακκαβαίου ἔτη ιθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμʹ. Οἱ φίλοι τοῦ Ἰούδα τὸν Ἰωνάθην ἀδελφὸν αὐτοῦ προεστήσαντο ἄρχειν αὐτῶν. οὗτος Βακχίδῃ συμβαλὼν εἰς πόλεμον διέφθειρε τρισχιλίους τῶν σὺν αὐτῷ. μετὰ δὲ ταῦτα προδιδόντας αὐτόν τινας τῶν Ἰουδαίων αἰσθόμε νος τῷ Βακχίδῃ ἀνεῖλεν αὐτοὺς καὶ διῆγεν εἰς πόλιν ἐν τῇ ἐρήμῳ κειμένην Βηθφεσή. ταύτην ἐπολιόρκησε Βακχίδης. Ἰωνάθης δὲ ὑπεξελθὼν καὶ πολλοὺς διαφθείρας ἀπελαύνει αὐτόν. Ἄλκιμος ὁ ἀνίερος καθελὼν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων δίκας ἔδωκε πικρῶς θανών. Βακχίδης φοβηθεὶς Ἰωνάθην φιλοῦται αὐτῷ, κἀκ τούτου προΐσταται τοῦ λαοῦ Ἰωνάθης. Ἀλέξανδρος ὁ τοῦ Βαλλᾶ υἱὸς Ἀντιόχου τοῦ Ἐπιφανοῦς ∆ημήτριον τὸν Σελεύκου καθελὼν ἐβασίλευσεν ἔτη εʹ, οἱ δὲ θʹ. οὗτος ἐν Πτολεμαΐδι φιλωθεὶς Ἰωνάθῃ δώροις καὶ στεφάνοις ἐτίμησεν. Ἰουδαίων ιηʹ ἱεράτευσε Σίμων ἔτη ηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετνθʹ. Σίμων καὶ Ἰουδαῖοι ∆ημητρίῳ προσφυγόντες εἰρήνευον. ἐξ οὗ δὴ Σίμων ἀρχιεράτευσε, Γάζαν τε πολέμῳ εἷλε τούς τε ἐν τῇ ἄκρᾳ τῆς Ἱερουσαλὴμ μετὰ ∆ημήτριον. Ἀντίοχος ὁ Σιδίτης Σίμωνι φιλοῦται. Ἀντίοχος ὁ Σιδίτης Ἰώππην καὶ ἀργυρίου τάλαντα α ἀπῄτει Ἰουδαίους. 347 τῶν δὲ μὴ ὑπακουόντων Κενδέβαιον ἐπέταξε πολεμεῖν αὐτοῖς, ὃν Ἰωάν νης υἱὸς Σίμωνος ἐτροπώσατο. Σίμων Ἰουδαίων ἀρχιερεὺς ἀδελφὸς Ἰούδα καὶ Ἰωνάθου τῶν Μακκαβαίων ἀναιρεῖται ὑπὸ Πτολεμαίου τινὸς Ἰουδαίου στρατηγοῦ τῆς Ἱεριχὼ καὶ γαμβροῦ αὐτοῦ δόλῳ. Οὗτος ὁ Σίμων μετὰ ροʹ ἔτη τοὺς Ἰουδαίους ἠλευθέρωσε τῶν φόρων. ἐτέλουν γὰρ ἀπὸ τοῦ αʹ Σελεύκου. Ἡγήσατο τῶν Ἰουδαίων Ματθίας ὁ πατὴρ τῶν Μακκαβαίων ἔτη γʹ. Ἰούδας υἱὸς αὐτοῦ ἔτη ςʹ. Ἰωνάθης ἔτη ιθʹ. Σίμων ἔτη ηʹ. ὁμοῦ ἔτη λδʹ. Καὶ σπένδεται Ῥωμαίοις Ἰούδας. Περὶ τῶν Μακκαβαίων Ὁ ἀπὸ Ματαθίου τοῦ πατρὸς τῶν Μακκαβαίων, Ἰούδα καὶ Ἰωνάθου καὶ Σίμωνος, χρόνος κατὰ μὲν τὸν ἀκριβῆ λόγον ἐτῶν ἐστι λδʹ, ὡς ὑπο τέτακται, κατὰ δὲ Εὐσέβιον ἐτῶν λʹ. ἀφ' οὗ γὰρ χρόνου Πτολεμαῖος ὁ Φιλοπάτωρ ἤρξατο πολεμεῖν πρὸς Ἀντίοχον τὸν μέγαν ἡ τῶν Μακκαβαίων γραφὴ ἱστορεῖ· ὁ δὲ χρόνος αὐτῶν ἀπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς ἀριθμεῖται ἕως τοῦ θανάτου Σίμωνος. ὁ γὰρ Φιλοπάτωρ πολεμήσας Ἀντιόχῳ τῷ μεγάλῳ τοὺς Ἰουδαίους ἀφῆκεν ἀπολύσας ἐλευθέρους, Ἰουδαῖοι δὲ τῷ Ἐπιφανεῖ Ἀντιόχῳ υἱῷ τοῦ μεγάλου Ἀντιόχου συνέθεντο. ὁ δ' αὐτὸςἘπιφανὴς τὸν ναὸν ἐσύλησε καὶ Ἰουδαίους ἑλληνίζειν ἠνάγκασε. Τότε Ματαθίας ἀνέστη σὺν τοῖς