157
προστήσομαι προθύμως, καὶ οὐ περιόψομαι ἄδικον ψῆφον ἐνεχθεῖσαν κατὰ σοῦ, οὐ σοῦ γε ἕνεκα μᾶλλον, ἢ αὐτοῦ δικαίου· ἂν δὲ προσῇ τὸ δικαίως τῇ κατὰ σοῦ ἐξαγομένῃ ψήφῳ, μηδεμίαν ἐπικουρίαν προσδόκα παρ' ἐμοῦ. ἐξ ὅτου γὰρ αὐτὸς ἀπώσω τὴν φιλίαν τὴν ἐμὴν καὶ πολεμίου ἔργα εἵλου πράττειν, καὶ αὐτὸς τοῦ νομίζειν φίλον ἀπεσχόμην· ἐμαυτῷ δ' ὥσπερ πολιτείαν ἀρχαίαν τὸ μηδενὶ πολέμιος εἶναι συντηρῶν, οὔτε σοι μέχρι νῦν, οὔθ' ὕστερον γενήσομαι· ἀλλ' οὔτ' ἀδικούμενον περιόψομαι ὥσπερ ἔφην, 1.445 οὔτ' ἀδικοῦντα ἐξαρπάσω τῶν κινδύνων. πρὸς δὴ ταῦτα ὅπη ἄν σοι δοκῇ τοῖς πράγμασι χρῆσθαι, συνετός τε ὢν καὶ πεῖραν ἔχων καὶ λόγων καὶ πραγμάτων.» Συργιάννην μὲν οὖν εὐθὺς οὐκ ὀλίγον ἐθορύβησαν οἱ λόγοι, νομίσαντα ἤδη ἐν χρῷ κινδύνου καθεστάναι. ὅμως δὲ ἔτι πειρώμενος αὐτοῦ εἰ δύναιτο ἀποθέμενος τὴν πρὸς αὐτὸν ὀργὴν στῆσαι τὴν προσδοκωμένην συμφορὰν «Ἐγὼ μὲν ᾤμην» εἶπε «μέχρι λόγων μοί σε τὴν τιμωρίαν τῶν ἡμαρτημένων στήσειν, καὶ μὴ διὰ μικροψυχίαν, ἐφ' ᾗ μοι καὶ πρότερον πολλὰ πολλάκις συνέγνως, προήσεσθαι τοῖς συκοφαντοῦσι νῦν. ὁρῶ δὲ ἤδη τὸν ὄλεθρον κατ' οὐδὲν ἐλλείποντα ἐμοί. ἐὰν γὰρ πεισθῶ σαφῶς, ὅτι σε οὐ πείσω δυνατὸν δεηθεὶς ὑφεῖναί μοι τὴν ὀργὴν καὶ ὁμοίας ὥσπερ πρότερον κηδεμονίας ἀξιοῦν, οὐδὲν λοιπὸν ἢ κακοῖς τοῖς ἐσχάτοις περιπεσεῖσθαι προσδοκᾷν.» ὁ δ' ἔφασκεν «οὐ χρείαν εἶναι λόγων περιττῶν· αὐτὸς δὲ πρότερόν τε λόγοις ὀλίγοις τὴν διάνοιαν δεδηλωκέναι, καὶ νῦν οὐδὲν ἧττον τὸ αὐτὸ ποιήσειν· ἀνεπίφθονον δὲ εἶναι, εἰ διὰ παραδειγμάτων τὴν ἀπόδειξιν ποιήσομαι τοῦ λόγου. ἐοικέναι γὰρ νομίζειν, ἐμὲ μὲν γαληνῷ τινι λιμένι προσερηρεισμένῃ πέτρᾳ, σὲ δὴ νηῒ κάλων ἐξ αὐτῆς ἀναψαμένῃ καὶ πολλῆς ἀπολαυούσῃ τῆς εὐδίας· νομίσαντα δὲ, ἂν αὐτῆς ἀπολυθήσῃ, πλέον τι καὶ κερδαλεώτερον εὑρήσειν, ἀφεῖναι ἐπὶ τοῦ πελάγους ἀποστάντα, κλυ 1.446 δωνίῳ δὲ περιπεσόντα καὶ σαφῶς τὴν ἀβουλίαν ἐγνωκότα, τῆς πέτρας δεῖσθαι τοῦ κλύδωνος ἐπὶ τοῦ πελάγους ἐλθοῦσαν ἐξαρπάσαι· τὴν δὲ ἀποκρίνασθαι, οὐ δυνατὰ αἰτεῖσθαι· ἀλλ' εἴτι δέοιτο τῆς παρ' αὐτῆς γαλήνης, αὐτὸν μᾶλλον ἐλθόντα πρὸς αὐτὴν, τὰ πρυμνήσια ἀνάψαι. τοῦτο δὲ οὐ λόγοις, ἀλλὰ μᾶλλον ἔργοις ἐπιδείκνυσθαι· οὐδεμία γὰρ ἔσται τις ὠφέλεια ἀπὸ τῶν λόγων, ἐὰν μὴ αὐτὸς ἔργῳ προσορμήσῃ τῷ λιμένι. τὸ νῦν μὲν οὖν ἔχον, μηδένα παρ' αὐτοῦ μήτε κίνδυνον ὑφορᾶσθαι, μήτ' ἐπικουρίας τυχεῖν ἐλπίζειν. ἐὰν δὲ ἔργοις εἰς τὸ ἐπιὸν ἐπιδείξηται τὴν πρὸς αὐτὸν στοργὴν, λόγοις γὰρ οὐ πιστεύειν, ἤδη δὶς καὶ τρὶς ἀποδεδειγμένοις ἔχειν ὑγιὲς οὐδὲν, τότ' ἤδη τὰ παρ' ἑαυτοῦ καὶ αὐτὸν προσθήσειν. Συργιάννης μὲν οὖν τοσαῦτα εἰπὼν καὶ ἀκούσας, ἀνεχώρησεν ἐκεῖθεν, οὐκ ὀλίγα ἀνιώμενος ὅτι μὴ δυνηθείη πεῖσαι τὸν μέγαν αὐτῷ δομέστικον προσέχειν. κδʹ. Βασιλεὺς δὲ ἐκ τῆς Χαλκιδικῆς ἄρας, ἦλθεν εἰς Βυζάντιον· συνείποντο δὲ καὶ Συργιάννης καὶ Τζαμπλάκων, ὡς ἐκεῖ γενησομένης δίκης. οὐ πολλῷ δὲ ὕστερον καὶ οἱ παρ' ἑκατέρου προσκεκλημένοι μάρτυρες παρῆσαν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, ἐκέλευεν εἰς τὸ δικαστήριον ἀπαντᾷν. μελλόντων δὲ ἤδη, ἠγγέλλετο ἐκ Βιθυνίας ὡς Ὀρχάνης ὁ τῶν αὐτόθι Περσῶν σατράπης τὴν κατὰ τὸν Ἀστακηνὸν κόλπον Νικομήδειαν, πόλιν μεγάλην καὶ πολυάνθρωπον, στρατιὰν πολ 1.447 λὴν περικαθίσας, καὶ μηχανήματ' ἐπιστήσας, πολιορκεῖ. ἐδόκει δὴ βασιλεῖ βοηθητέον εἶναι κατὰ τάχος. καὶ στρατιὰν ἐνθέμενος, οὐ μόνον τριήρεσιν, ἀλλὰ καὶ φορτηγοῖς ναυσὶ πεζήν τε καὶ ἱππικὴν, ἔπλει πρὸς τὴν Νικομήδους, ὡς ἐξαιρησόμενος τῶν κινδύνων. ἔτι δὲ ὄντος μετεώρου τοῦ στόλου, καὶ μέλλοντος εἰς Νικομήδειαν καταίρειν, Ὀρχάνης πρεσβείαν πέμψας, πρῶτα μὲν ἠσπάζετο βασιλέα· ἔπειτα ἐμήνυεν ὡς βούλοιτο τὸν πόλεμον καταθέσθαι, ἐὰν καὶ αὐτῷ κατὰ γνώμην ᾖ· ἐὰν δὲ μάχην συνάπτειν προθυμοῖτο, μαχεῖσθαι καὶ αὐτόν. ὁ δ' ἀντησπάζετο μὲν καὶ αὐτὸς αὐτὸν, ἐδήλου τε ὡς τοῦ μὲν ἥκειν παρεσκευασμένος ὡς ἐς μάχην, οὐκ ἂν δύναιτο ἔξαρνος γενέσθαι, ἐξ αὐτῶν τῶν πραγμάτων ὄντος φανεροῦ. ἐὰν δὲ αὐτὸς βούλοιτο τὸν πόλεμον καταθέμενος εἰρήνην ἄγειν, οὐδ' αὐτὸν ἀπώσασθαι αὐτήν. καὶ λόγων