157
καλύπτω. Εἰρηκώσ. εἰπών. Εἰρημένον. λελεγμένον. Ειρω. τὸ πλέκω καὶ συνάπτω. οθεν καὶ εἱρμός. Ειρπον. μετὰ σχολῆς ἐβάδιζον. Ειρυντο. ἐφύλασσον. καὶ εἰρύσασθαι. epsilon.645 Εἰρύοντο. ειλκυον. καὶ εἰρύσατο. Εἰκάθειν. ὑποχωρεῖν. καὶ ἀντὶ τοῦ ὑπείκειν. μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν. Εἰκάζων. οἰόμενος η ὁμοιῶν. οια δὴ ἱκανότατος τὸ ἀφανὲς εἰκάσαι. Εικασιν. ὁμοίωσεν. Εἰκοβολεῖν. εἰκάζειν. η εἰκῆ καὶ μάτην βάλλειν. εἰς τὸ μήτε σφάλλεσθαι μήτ' εἰκοβολεῖν. Ειλετο. ἠθέλησεν. Εἱλήσασ. συστρέψας. Ειληχεν. ελαχεν. Εἰληφώσ. λαβών. Εἰλιγγιῶ. σκοτοδινιῶ. ὑπὸ τοῦ δέους γὰρ ἰλιγγιῶ. τὸ μὲν ῥῆμα διὰ διφθόγγου. τοῦτο δὲ οἱ Συρακούσιοι σίελ λέγουσι. τὸ δὲ ονομα ιλιγγος διὰ τοῦ ˉι. ἐγὼ δὲ καὶ τὰ δύο διὰ τοῦ ˉι γράφω. Εἰλόμενον. συνελαυνόμενον. Εἰλούμενοσ. συστρεφόμενος. Εἱλόμην. προέκρινα, ἠθέλησα. epsilon.646 Ειπον. ἀντὶ τοῦ εἰπὲ, προστακτικόν. Εἰρηνήσειν. πρώτης συζυγίας τῶν περισπωμένων. ἐλπίδα δὲ μεγάλην ειχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ, ἐξὸν αὐτὸ εἰρηνήσειν, πόλεμον ειλετο. Ειρξασ. ἀποκλείσας. δασύνουσιν Ἀττικοί. τὸ μέντοι παρ' ̔Ομήρῳ· ἐρχθέντες ἐν μεγάλῳ ποταμῷ- ψιλοῦσιν. καὶ τὸ ερξας ἀντὶ τοῦ πράξας δασύνουσιν. ἡ μὲν αρ' ως ερξασ' ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς ψιλοῦσιν οἱ ̓Αττικοί. Εἰρωνεύσεται. καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπειραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ οτου ποτὲ τὸν λόγον ποιῆσαι. Εἰρυσμένουσ. ἑλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὐτοὺς διαχρήσαιντο. Εἰρχθέντεσ. πνιγέντες. Εἰσάμενοσ. ὁμοιωθείς. Εισαν. ὑπετάγησαν. epsilon.647 Εἰσάττειν. εἰσελθεῖν. ̓Αριστοφάνης· Μηδ' ἐς ὀρχηστρίδος ἐσάττειν, ινα μὴ πρὸς ταῦτα κεχηνὼς Μήλῳ βληθείς-. Εισατο. ἀνέθηκεν. ̓Αρτέμιδι εισατο αγαλμα. καὶ ἀντὶ τοῦ κατέθετο. ος τάδε καλὰ εισατο. καὶ ἀντὶ τοῦ περιέθηκε, καὶ ἀντὶ τοῦ περιέβαλεν. η ἀντὶ τοῦ ἐφάνη, καὶ ὡμοιώθη. Εἰσβαλεῖτε. εἰσβαλεῖν ἐστὶ, τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας, ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. κυρίως δὲ εἰσβαλεῖν ἐστὶ τὸ εἰς τὴν πόλιν πολεμίους τινὰς εἰσελθεῖν. Εισεν. εκτισεν. Εἰσεπόδιζον. ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου. Εἰσεποιήθη. εἰσεκρίθη. ὑπὸ τοῦ πατρὸς Νερουᾶ εἰσεποιήθη. καὶ εἰσεποιεῖτο ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσεποιεῖτο τῶν ἐπιφερομένων. Εἰσέφρησα. εἰσέδυσα ἑαυτόν. Εἰσέφρησασ. εἰσήγαγες. Εἰσέφρουν. εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοίξαντες, εἰσέφρουν τὸ στράτευμα. epsilon.648 Εἰσεχέοντο. εἰσήρχοντο. Εισιμι. εἰσέρχομαι. Εισῃ. ἐπιγνοίης, λογίσῃ, η ἀντὶ τοῦ μαθήσῃ. Εἰσήγγειλεν. ἐσυκοφάντησεν. ὁ ∆ωὴν τὸν ̓Αβημέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμῃνεν. Εἰσηγούμενοσ. διδάσκων. Εἰσῄεισ. εἰσήρχου. Εἰσήρετο. εἰσεφέρετο. †Εἰσήῤῥησεν.† ἀφ' ου γὰρ εἰσήῤῥησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθε καὶ εἰσεπήδησεν. Εἰσθορόντα. εἰσπηδήσαντα. οταν ιδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις. Εισι. πορεύεται. Εισκω. εἰκάζω. Εἰσκριθείσ. ἀντὶ τοῦ εἰσελθών. ὁ δὲ εἰς τὸ αντρον εἰσκριθείς. Εἰσκυκλεῖ. εἰσφέρει. ἐπισυνάπτει καὶ ἐπικυκλοῖ. καὶ εἰσκυκλεῖσθαι ἀντὶ τοῦ κυκλοειδῶς τρίβεσθαι. καὶ εἰσεκύκληκεν ἀντὶ τοῦ εἰσήνεγκεν, εἰσήγαγεν. εἰσεκύκληκε δαίμων εἰς τὴν οἰκίαν. Εἰσόμενον. μαθόντα. τί πράττουσιν οἱ πολέμιοι καὶ τί διανοοῦνται, εἰσόμενον. epsilon.649 Εἰσορόων. βλέπων. Εἰσπεπαίκασιν. εἰσπεπηδήκασιν. Εἰστρυπᾷν. τὸ παρεισέρχεσθαι. Εἱστήκειμεν. ἀντὶ τοῦ ἑστηκότες ημεν. καὶ εἱστήκεισαν. Εἱστία. ἐκάλει, εὐώχει. ὁ δὲ εἱστία τὸν στρατὸν ἡμερῶν εξ εἰς πανθοινίαν. Εἰσφρήσασθαι. εἰσδέξασθαι. καὶ εἰσφρήσειν. καὶ εἰσφρήσωσι. Εἰσφρήσασ. εἰσελθών. *Εἰσέφρησεν. εἰσῆλθεν.* Εἰσφρησθέντα. ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπεπλήσθησαν τῷ μὴ ἐκσφρηθῆναι ὑπὸ θεοῦ αὐτόν. Εἰσωχέτευσαν. ενδον μετέφερον. Ειτω. πορευέτω, συγχωρείτω. καὶ ειτῳ ἀντὶ τοῦ ἐάν τινι. Ειατο. ἐκάθητο. *Εικαθεν. ὑπετάττετο.* ( ̓Επίῤῥημα.) Εἰρηναίωσ. φιλικῶς. ησαν γὰρ εἰρηναίως ἐσταλμένοι, ανευ δορυφόρων αγοντες τὴν ἱερουργίαν. Εἰς οτε δή. εως αν. Εἰ. σύνδεσμος. ὡς τὸ, ει σφιν εἰς ἑαυτούς.