ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτὸς παρ' ἑαυτῷ, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ σημεῖα ποιεῖ, οὐκ 33.2.3 ἔστιν αὐτῷ πιστεῦσαι. τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ μέγαν καὶ δόκιμον παρὰ θεῷ σπουδάζει λανθάνειν τοὺς ἀνθρώπους καί, εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν ἑαυτὸν καὶ λέγειν, ὅτι "1οὐκ εἰσὶν ἐμοί, ἄλλος μοι παρέθετο τὸν θησαυρόν, ἐγὼ πτωχός εἰμι, ὅτε 33.2.4 θέλουσι λαμβάνουσιν αὐτὸν ἀπ' ἐμοῦ."2 εἰ δέ τις λέγει· "1πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐ χρῄζω"2, οὗτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦος ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου. ὁ γὰρ θεὸς ἀκόρεστός ἐστι καὶ ὅσῳ ἐσθίει τις αὐτόν, ἔκπεινος γίνεται καὶ ἔκδιψος καὶ τὴν καῦσιν καὶ τὸν ἔρωτα ἀκατάσχετον ἔχει. οἱ τοιοῦτοι ἕως ὅτε ζῶσι σπουδάζουσιν εἰς αὐτὸ προκόπτειν καὶ ἔτι πορίζουσιν καὶ ἑαυτοὺς ποιοῦσιν ὡς πτωχούς, ὡς ἐνδεεῖς, μηδὲν κεκτημένους. τοῦτο γὰρ λέγουσιν, ὅτι "1οὔκ ἐσμεν ἄξιοι, ἵνα ὁ ἥλιος οὗτος ἐπιλάμψῃ ἡμῖν."2 τοῦτό ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ, αὕτη ἐστὶν ἡ ἀληθινὴ ταπείνωσις. εἰ δέ τις λέγει, ὅτι "1ἀρκοῦμαι καὶ πεπλήρωμαι"2, καὶ οὗτος πλάνος ἐστὶ καὶ ψεύστης. 33.3.1 ∆ύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου εἶ βασιλέως, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἂν φυλάξῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν». ἔχεις ἴδιον θέλημα καὶ ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δῷς, ἐκείνου γίνῃ κτῆμα καὶ υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι σοι καὶ προσκολλῶνται. εὐπερίσπαστος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ παραγίνεται· ἄρχων γάρ ἐστιν ἐπὶ κακουχίᾳ ἀνθρώπων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ ἐνηδύνῃ τῷ ἀγαθῷ, πάλιν καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλὰ ὧδε μετὰ ἀγῶνος πολλοῦ, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα τέλος· διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρό33.3.2 κειται καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἔρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν καὶ «εἰς τὴν κατάπαυσιν». ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινόμενος, ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων 33.3.3 (καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ ἄγγελοι), ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου, ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ γὰρ οὐκ ἐνεχωρεῖ τῷ ἔξω ὀφθαλμῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τοῦτο τὸ στερέωμα, ἵνα μὴ δόξῃ τίς ἁπλῶς καθορᾶν εἰ μὴ οἱ καθαροὶ τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοι, οἱ συμπολῖται καὶ συμμύσται τῶν ἁγίων. καὶ ὅταν συσταλῇ 33.3.4 τοῦτο, ἐκεῖνα τότε τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελειῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, καὶ λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες καὶ ἄφνω ἐπιστάντες οἱ ἐχθροί, τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσαντες αἰχμαλώτους λάβωσιν. οὕτως οὖν καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα παρεχρήσατο, τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ βρόχον τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ πάθη 33.3.5 τῆς ἀτιμίας. πάντες οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, εἰ μὴ διὰ τοῦ