ἀληθείας κριτὴς δίκαιος· ἐγὼ δὲ τὰ τότε θρυλούμενα ἔγραψα. 6.20 Ὡς μετὰ Ἀρσάκιον Ἀττικὸς τὸν Κωνσταντινουπόλεως θρόνον κατέσχεν. Ἀρσάκιος δὲ οὐ πολὺν ἐπεβίω τῇ ἐπισκοπῇ χρόνον· τῇ γὰρ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Στελίχωνος τὸ δεύτερον καὶ Ἀνθεμίου, περὶ τὴν ἑνδεκάτην τοῦ Νοεμβρίου μηνὸς ἐτελεύτησε. Περισπουδάστου δὲ πολλοῖς γενομένης τῆς ἐπισκοπῆς, καὶ διὰ τοῦτο πολλοῦ διαδραμόντος χρόνου, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ἀρκαδίου τὸ ἕκτον, καὶ Πρόβου, προεβλήθη εἰς τὴν ἐπισκοπὴν ἀνὴρ εὐλαβὴς, ᾧ ὄνομα ἦν Ἀττικός· ὃς τὸ μὲν γένος ἐκ Σεβαστείας τῆς Ἀρμενίας κατῆγεν· ἀσκητικὸς δὲ τὸν βίον ἐκ νέας ἡλικίας, καὶ ἄλλως μετὰ τοῦ μετρίως πεπαιδεῦσθαι πλέον φυσικῶς φρόνιμος ἦν· ἀλλὰ περὶ μὲν τούτου μικρὸν ὕστερον λέξω. 6.21 Περὶ τῆς Ἰωάννου ἐν ἐξορίᾳ πρὸς Κύριον ἀναλύσεως. Ἰωάννης δὲ ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἐν Κομάνοις τοῦ Εὐξείνου Πόντου ἐτελεύτησε, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου μηνὸς, τῇ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Ὁνωρίου τὸ ἕβδομον καὶ Θεοδοσίου τὸ δεύτερον. Ἀνὴρ, ὡς καὶ πρότερον ἔφην, διὰ ζῆλον σωφροσύνης θυμῷ πλέον ἢ αἰδοῖ χαριζόμενος, καὶ διὰ σωφροσύνην παρρησιαιτέρᾳ διὰ βίου τῇ γλώσσῃ χρησάμενος. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς τοσοῦτον ζῆλον σωφροσύνης ἀσκῶν ἐν προσομιλίαις αὐτοῦ καταφρονεῖν τῆς σωφροσύνης ἐδίδαξε. Μιᾶς γὰρ μετὰ τὸ βάπτισμα παρὰ τῆς συνόδου τῶν ἐπισκόπων μετανοίας τοῖς ἐπταικόσι δοθείσης, αὐτὸς ἀπετόλμησεν εἰπεῖν, «Χιλιάκις μετανοήσας εἴσελθε.» Ἐφ' ᾗ διδασκαλίᾳ πολλοὶ μὲν τῶν γνωρίμων αὐτοῦ κατέγνωσαν· μάλιστα δὲ Σισίννιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, ὃς καὶ λόγον ὑπεναντίον τοῦ λεχθέντος συνέγραψεν, καὶ γενναίως αὐτοῦ διὰ τοῦτο κατέδραμεν· ἀλλὰ ταῦτα μὲν ἤδη πρότερον ἐγεγόνει. 6.22 Περὶ Σισιννίου ἐπισκόπου Ναυατιανῶν, οἷα φησὶ προσωμιληκέναι πρὸς Ἰωάννην. Περὶ δὲ Σισιννίου βραχέα διεξελθεῖν, οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Ἀνὴρ ἦν, ὡς πολλάκις ἔφην, ἐλλόγιμος, καὶ τὰ φιλόσοφα ἄκρως μαθών· διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, καὶ τὰ ἱερὰ γράμματα ἄκρως ἑρμηνεύειν ἠπίστατο· ὡς καὶ Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν ἐπὶ τῇ διαλέξει δεινότητα. Τὴν δὲ δίαιταν ἦν οὐ λιτός· ἀλλ' ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο· τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. Καὶ ποτὲ ἐρομένου αὐτὸν τινὸς, «τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας,» «Ἐπειδὴ τρίτον οὐ φθάνει,» ἀπεκρίνατο. Ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν, ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, «διὰ τί ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι.» Ὁ δὲ, «Σὺ πρότερον,» ἔφη, «εἰπὲ ποῦ γέγραπται μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον.» Τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἀπήγαγεν ὁ Σισίννιος· «Ἀλλὰ σὺ μὲν οὐκ ἂν,» ἔφη, «δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλανα ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε λέγων, "Ἔστωσάν σοι ἱμάτια λευκά·" καὶ ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις λευκῇ φαίνεται ἐσθῆτι χρησάμενος· οὐ μὴν ἀλλὰ καὶ Μωϋσῆν καὶ Ἡλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξεν.» Ταῦτα δὴ καὶ ἄλλα πολλὰ ἑτοίμως εἰπὼν τὰ μέγιστα ἐπὶ τῶν παρόντων ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου, καὶ τῇ Κωνσταντινουπόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ' αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. Ὁ δὲ θερμῶς ἀπήντησε καὶ φησὶ πρὸς αὐτόν· «Ὑμεῖς,» φησὶν, «οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίας ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀποκλείοντες.» Ταῦτα καὶ τὰ τοιαῦτα πλείονα τοῦ Λεοντίου κακῶς τοὺς Ναυατιανοὺς λέγοντος, ἔφη ὁ Σισίννιος· «Καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ.» Τοῦ δὲ πάλιν ἐπάγοντος, «Πῶς μετανοεῖς;» ἔφη ὁ Σισίννιος, «Ὅτι σὲ εἶδον,» ἀπεκρίνατο. Ἰωάννου δέ ποτε τοῦ ἐπισκόπου ἐγκαλοῦντος αὐτῷ, καὶ λέγοντος ὅτι «οὐ δύναται ἡ πόλις δύο ἐπισκόπους ἔχειν,» ὁ Σισίννιος ἔφη, «Οὐδὲ γὰρ ἔχει.» Τοῦ δὲ Ἰωάννου χαλεπῄναντος καὶ