157
80.1412 κθʹ. "Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων· καὶ μετὰ δικαίων μὴ γραφήτωσαν." Τούτοις ἔοικε τὸ, "Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων." Τούτων μέν τοι τῶν βίβλων μέμνηται ∆ανιήλ. Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ὃ δὲ λέγει τοιοῦ τόν ἐστιν· Ὧν τοῖς ἀνακειμένοις σοι δίδως, μὴ μεταλάχοιεν οὗτοι· μηδὲ τύχοιεν ἀνακλήσεως, ἧς ἡμεῖς, φησὶ, διὰ τὴν σὴν φιλανθρωπίαν τευξόμεθα. λʹ. "Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία τοῦ προσώπου σου, ὁ Θεὸς, ἀντελάβετό μου." Ἐντεῦθεν λοιπὸν τὴν ἀλλοίωσιν τῶν πραγμάτων προλέγει· καὶ τὴν τῆς δουλείας λύσιν, καὶ τὴν τῶν δορυαλώτων ἐπάνοδον. ∆ιὰ τοῦτο καὶ εἰς τὸ τέλος ὁ ψαλμὸς ἐπιγέγραπται τοῖς ἀλλοιωθησομένοις. ∆ύο γὰρ ἐδέξαντο ἐναντίας μεταβολάς. Μεταμελείᾳ γὰρ ἐν Βαβυλῶνι χρησάμενοι τὴν προτέραν ἐλευθε ρίαν ἀπέλαβον· μετὰ δὲ ταῦτα κατὰ τοῦ ∆εσπό του λυττήσαντες, παντελεῖ δουλείᾳ κατεδικάσθη σαν. Ἀμφότερα τοίνυν προλέγει ὁ παρὼν ψαλ μός· τὸ δὲ "πτωχὸς καὶ ἀλγῶν εἰμι," τοῦτο σημαί νει· Ἐν πτωχείᾳ με, φησὶν, ἰδὼν, καὶ ἐν πολλαῖς ὀδύναις ἐξεταζόμενον, τῆς σῆς σωτηρίας ἠξίωσας· τούτου δὴ χάριν, λαʹ. "Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει." Οὐκ ἔσομαι περὶ τὰς εὐεργεσίας ἀγνώμων· ἀλλ' ἀμείψομαι τοῖς ὕμνοις τὰς χάριτας, τῇ διηγήσει τῶν εὐεργεσιῶν τὸ μέγεθος αὐτοῦ τοῖς ἀγνοοῦσι δεικνύς. λβʹ. "Καὶ ἀρέσει τῷ Θεῷ μου, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα, καὶ ὁπλάς." Θυμηρεστέρα δὲ αὐτῷ ἔσται τῆς αἰνέσεως ἡ θυσία μόσχου νέου καὶ πίονος, ἄρτι μὲν τὰς χηλὰς, ἄρτι δὲ προβαλλομένου τὰ κέρατα. Θρηνῆσαι ἄξιον τὴν Ἰουδαίων παρα νομίαν συνιδεῖν οὐ βουλομένων τῆς νομικῆς λατρείας τὸ νηπιῶδες· καί τοι τῶν ἐν Βαβυλῶνι δορυαλώτων, ὑμνεῖν τὸν Θεὸν μετὰ τὴν ἐπάνοδον ὑπισχνουμένων, οὐ θυσίας ἱερατεύειν, ὡς τῆς ὑμνῳδίας θυμηρε στέρας οὔσης Θεῷ. Ἀλλὰ τὴν μὲν τούτων κατ ηγορίαν ἐπὶ τοῦ παρόντος ἐάσωμεν· ἐπὶ δὲ τὴν ἑρμη νείαν βαδίσωμεν. λγʹ. "Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν." Ἅπαντες, φησὶν, οἱ τοῖς ὁμοίοις κακοῖς περιπίπτον τες, ἐλπίδος ἀγαθῆς παρ' ἡμῶν λαβέτωσαν πρόφα σιν. "Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ 80.1413 ὑμῶν." Πρὸς τούτοις παραινεῖ διὰ τῆς εἰς Θεὸν ἐλπίδος καὶ προσευχῆς τὴν σωτηρίαν λαβεῖν. λδʹ. "Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος· καὶ τοὺς πεπεδημένους αὑτοῦ οὐκ ἐξουδένωσεν." Ἐδέ ξατο γὰρ ἡμῶν τὴν δέησιν, τὴν πενίαν ἰδών· καὶ ἔλυσε τὰ τῆς δουλείας δεσμά. Πεπεδημένους δὲ αὐτοὺς κέκληκεν, ἐπειδὴ αὐτὸς αὐτοὺς εἰς δου λείαν ἐξέδωκεν. λεʹ. "Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ· θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ." Ἅπα σαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ· οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία γλῶττα τὰς θείας διηγάσασθαι χάριτας. λʹ. "Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη θήσονται αἱ πόλεις τῆς Ἰουδαίας." Τοῦτον δὲ αὐτῷ προσφέρω τὸν ὕμνον, λαμπρὰν ὁρῶν καὶ περιφανῆ τὴν Σιὼν, καὶ τὰς τῆς Ἰουδαίας πόλεις τὰς νῦν ἐρήμους, τὴν προτέραν εὐημερίαν ἀπολαβούσας. Οὕτω τὴν νεουργίαν τῶν πόλεων προθεσπίσας, προαγορεύει καὶ τῶν οἰκητόρων τὸ πλῆθος. "Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν." Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοι κήσουσιν ἐν αὐταῖς· οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι. Τοῦτο γὰρ ἐπ ήγαγε· λζʹ. "Καὶ τὸ σπέρμα τῶν δούλων σου καθέξουσιν αὐτήν." Ἐπειδὴ δὲ τῆς κατὰ τοῦ Σωτῆρος ἕνεκα μανίας τὴν παντελῆ πανωλεθρίαν ἔμελλον ὑπομέ νειν, εἰκότως τὸ ἀκροτελεύτιον τῷ ψαλμῷ τοιοῦτον ἐπιτέθεικε. "Καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ." -"Οὐ γὰρ πάντες [κατὰ τὸν θεῖον Ἀπόστολον] οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ·οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα." Συμφωνεῖ δὲ τούτοις καὶ τὰ προφητικὰ ῥήματα· "Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται." Τοῦτο καὶ ὁ μακάριος ἔφη ∆αβίδ· "Καί οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ." Μετὰ γὰρ τὸν σταυρὸν, καὶ