157
οἱ λοιποὶ πατέρες, στηρίζοντες ἡμᾶς τοὺς ὀλιγώρους δι' ἑαυτῶν. προσειπὲ τοὺς συνήθεις. προσαγορεύουσί σε οἱ σὺν ἐμοὶ πάνυ. ἔρρωσο ἐν Κυρίῳ, ἀλλὰ γὰρ καὶ σώματι ἐπιμελῶς ἔχε· μαθὼν γὰρ τὴν τῶν σπλάγχνων σου κάκωσιν ἠνιάθην οὐ μετρίως. 225 {1Τῷ αὐτῷ}1 Παρὰ προσδοκίαν εἶδον τὰ γράμματά σου, τέκνον ἠγαπημένον, καὶ τοὺς ἀδελφούς· οὐ γάρ, ὡς προέγραψα, ἐπέσχες μέχρι Σεπτεμβρίου. ἀλλ' ὅμως ἀπεδεξάμην σου τὸ πρόθυμον, τὸ οὐκ ἀνεκτὸν τῆς ἀγάπης, τὸ διάπυρον τοῦ πόθου, τὸ περὶ πάντα φιλόθεον, προσθείην δ' ἂν καὶ φιλοπάτριον. σύ μου χαρὰ καὶ παραμύθιον, σύ μου ἐν Κυρίῳ ἐν πᾶσι τοῖς κινδύνοις καὶ θλίψεσιν ἕδρασμα καὶ στέφανος καυχήσεως μετὰ πάντων τῶν συνάθλων σου καὶ πρὸ πάντων ἀδελφῶν ἡμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τέκνων. διὸ καὶ χαίρω, εὐλογῶν τὸν θεὸν τοῦ πατρός μου, ὅτι ὑγιάζῃ ψυχῇ καὶ σώματι, οὕτως ὑπὸ θεοῦ οἰκονομηθέντος εἶναί σε ἄφετον ἐκ δεσμῶν, ἵνα τοὺς ἐν δεσμοῖς ἀλείφῃς, τοὺς ἀφεμένους συνδέων ἐπιστηρίζοις· ὃ καὶ ποιεῖς χάριτι Χριστοῦ, παρακαλῶν, νουθετῶν, παραμυθούμενος ἕνα ἕκαστον, ὡς ἀληθῶς θεοῦ οἰκονόμος. δέομαι οὖν αὐτὸ τοῦτο, μὴ ἐκκακεῖν ἐργάζεσθαί σε εἰς δόξαν Χριστοῦ, εἰς περιποίησιν σωτηρίας σου, εἰς καύχημα ἐμοὶ τῷ ἠπορημένῳ ἐν παντὶ οὖν ἀγαθῷ. Πλήν, ἀδελφέ, ὅτι οὐκ εἰς κενὸν ἐδράμομεν καὶ τρέχομεν πάλαι τε καὶ νῦν οὐδ' εἰς κενὸν κοπιῶμεν· ὑπὲρ Χριστοῦ γὰρ καὶ διὰ Χριστόν, ὑπὲρ οὗ τὸ πάσχειν πάσχα, ὑπὲρ οὗ τὸ θλίβεσθαι χαρά. εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶμεν· λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. καὶ εἰκότως· ἡ γὰρ ἐνταῦθα σύνθλιψις ὁποιαοῦν σκιώδης καὶ ὀνειρώδης, ἡ δὲ ἐκεῖσε ἀντάμειψις ζωὴ ἀπέραντος μετὰ δόξης αἰωνίου. μὴ οὖν ἐπαισχυνθῶμεν, ὦ τέκνον, τὸ παρὸν μαρτύριον· τοῦ Κυρίου γάρ ἐστιν. πολλοὶ ἐπεθύμησαν ἐξ ἀγάπης Χριστοῦ τοῦτο ἰδεῖν, ἀλλ' οὐκ ἐπέτυχον, ἡμεῖς δὲ κατηξιώμεθα. τί τοῦτο; ὑπὲρ αὐτοῦ πάσχειν, διώκεσθαι, αἰχμαλωτίζεσθαι, φυλακίζεσθαι, ἐκ τόπου εἰς τόπον περιορίζεσθαι ἢ τάχα καὶ τύπτεσθαι, θέατρον γίνεσθαι καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Εἰ δὲ ὅτι καὶ τὸ ὄνομα ἡμῶν ὡς πονηρὸν ἐξέβαλον, ἀναθεματίζοντες ἰδίᾳ τε καὶ δημοσίᾳ σὺν ἁγίοις, οὐκ ἔνι χαρά; οὐκ ἔνι σκιρτᾶν; οἶδας, τέκνον, τὸν μακαρισμὸν Κυρίου· τούτοις καὶ αὐτὸς γήθου, τέρπου σὺν ὅλοις τέκνοις. ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη, εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ζήτει, φησί, τὰ λειπόμενα, ἐμπτύσματα, κολαφίσματα, τέλος τὸν σταυρόν, τοὺς γλυκεῖς μου Χριστοῦ ἥλους. οἴ, τίς ἂν καταξιωθείη συσταυρωθῆναι, συλλογχευθῆναι δοῦλος δεσπότῃ, μῖξαι αἷμα αἵματι ἄνθρωπος θεοῦ τοῦ ζῶντος; τοιαύτῃ διαθέσει χωροῦντες οἱ ἅγιοι ἔχαιρον κοπτόμενοι, ᾖδον μελοτομούμενοι. ἔφθασεν τοιγαροῦν καὶ ἡ ἡμετέρα χαρά· ἐκ μέρους ἐπειράθημεν (εἴ γε καὶ πειραθείημεν τέλεον) χάριτι καὶ φιλανθρωπίᾳ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· τῇ γὰρ χάριτι εἴη τὸ νῖκος ἐφ' ὁτῳοῦν, ἵνα μή τις καυχήσηται οἴκοθέν τι ἔχειν. ὥστε ἕλκομεν τὸν ἔλεον θεοῦ ἐν Χριστῷ Ἰησοῦ διὰ τῆς ταπεινοφροσύνης καὶ ἐνεργοῦς πεποιθήσεως. εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πίστεως, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, πληρώσατέ μου τὴν χαράν, σὺν τῷ ἀποστόλῳ ὁ τάλας λέγειν, τὸ αὐτὸ φρονεῖν, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν ἀντιπράττοντες καὶ ἀντικαθιστάμενοι ἀλλήλοις· πέφυκεν γὰρ καὶ ἐπ' αὐτῶν τῶν ὑπὲρ εὐσεβείας ἀγώνων τὸ φιλόπρωτον καὶ φιλόνεικον παρεισδύειν. ἀλλ' ὑμεῖς ὡς θεοῦ διάκονοι (συμπαραλαμβάνω γὰρ τῷ προσώπῳ σου τοὺς ὑπερέχοντας, οἳ καὶ ἀναγνοῖεν τὴν ἐπιστολήν), μηδεμίαν ἐν μηδενὶ δοίητε προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία ὑμῶν· γένοιτο. Περὶ ὧν ἔγραψάς μοι ἐν μετανοίᾳ γεγονέναι, εἰς τοὺς τοῦ σώματος ἡμῶν, εἰ καὶ ἀνάξιοι, ἀλλ' οὖν ἡμεῖς ἰατροί. ὃ τοίνυν ἐδώκαμεν ἐπιτίμιον τῷ Ὀρέστῃ ἐλθόντι ἐνταῦθα διὰ