1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

157

καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους, ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας εἰς ἀπόθεσιν 327 χρημάτων, καὶ ἄρτον πενιχρὸν τούτῳ διδόντες καὶ ὕδωρ ἐλιμαγχόνουν· ἔφη γὰρ ὁ Σιρόης, ὅτι "τὸν χρυσὸν φάγῃ, ὃν συνήγαγε μάτην, δι' ὃν πολλοὺς ἐλιμαγχόνησε καὶ τὸν κόσμον ἠρήμωσεν." ἀπέστειλε δὲ πρὸς αὐτὸν τοὺς σατράπας ὑβρίζειν καὶ ἐμπτύειν αὐτόν, καὶ ἀγαγὼν Μερδασάν, τὸν υἱὸν αὐτοῦ, ὃν ἐβούλετο στέψαι, ἐνώπιον αὐτοῦ ἔσφαξεν, καὶ πάντα τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ ἀνεῖλον, καὶ ἀπέστειλε πάντα ἐχθρὸν αὐτοῦ ὑβρίζειν καὶ τύπτειν καὶ ἐμπτύειν αὐτόν. πέντε δὲ ἡμέρας τοῦτο ποιήσαντες, ἐκέλευσεν ὁ Σιρόης τόξοις τοῦτον ἀνελεῖν, καὶ οὕτως κατὰ μικρὸν ἐν δεινοῖς παρέδωκε τὴν πονηρὰν αὐτοῦ ψυχήν. τότε ὁ Σιρόης γράφει πρὸς Ἡράκλειον εὐαγγελιζόμενος αὐτῷ τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρεσιν· καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν φρουραῖς Χριστιανοὺς καὶ τοὺς ἐν Περσίδι πάσῃ αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις καὶ ζωοποιοῖς ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ, ὅταν τὴν Ἱερουσαλὴμ παρέλαβεν. Περσῶν βασιλεὺς Σιρόης ἔτος αʹ. ριθʹ. χιθʹ. ιηʹ. αʹ. ιθʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰρήνης γενομένης μεταξὺ Περσῶν καὶ Ῥωμαίων, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον, τὸν ἑαυτοῦ ἀδελφόν, μετὰ γραμμάτων καὶ ἀνθρώπων Σιρόου, τοῦ βασιλέως Περσῶν, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ Ἱεροσολύμοις καὶ ταῖς λοιπαῖς πόλεσι τῶν Ῥωμαίων Πέρσας μετὰ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι, καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ῥωμαίων γῆν. ὁ δὲ βασιλεὺς ἐν ἓξ ἔτεσι καταπολεμήσας τὴν Περσίδα, τῷ ζʹ ἔτει εἰρηνεύσας μετὰ χαρᾶς μεγάλης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πληρώσας. ἐν γὰρ ἓξ ἡμέραις πᾶσαν τὴν κτίσιν δημιουργήσας ὁ θεὸς τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν· οὕτω καὶ αὐτὸς ἐν 328 τοῖς ἓξ χρόνοις πολλοὺς πόνους διανύσας τῷ ἑβδόμῳ ἔτει μετ' εἰρήνης καὶ χαρᾶς ἐν τῇ πόλει ὑποστρέψας ἀνεπαύσατο. ὁ δὲ λαὸς τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ μαθόντες ἀκατασχέτῳ πόθῳ πάντες εἰς τὴν Ἱερείαν ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ, τῷ βασιλεῖ καὶ υἱῷ αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφημοῦντες αὐτὸν μετὰ χαρᾶς καὶ δακρύων. προσελθὼν δὲ ὁ υἱὸς αὐτοῦ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ περιπλακεὶς αὐτῷ ἔβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν. τοῦτο θεασάμενος ὁ λαός, ἅπαντες εὐχαριστηρίους ὕμνους τῷ θεῷ ἀνέπεμπον· καὶ οὕτω λαβόντες τὸν βασιλέα σκιρτῶντες εἰσῆλθον ἐν τῇ πόλει. Περσῶν βασιλεὺς Ἀδεσὴρ μῆνας ζʹ. ρκʹ. χκʹ. ιθʹ. αʹ. κʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπάρας ὁ βασιλεὺς ἅμα ἔαρι ἀπὸ τῆς βασιλευούσης πόλεως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύετο ἀπαγαγὼν τὰ τίμια καὶ ζωοποιὰ ξύλα τοῦ ἀποδοῦναι τῷ θεῷ τὴν εὐχαριστίαν. ἐλθόντι δὲ αὐτῷ ἐν Τιβεριάδι κατηγόρησαν οἱ Χριστιανοὶ Βενιαμίν τινα ὀνόματι ὡς κακοποιοῦντα αὐτούς. ἦν γὰρ ἐνούσιος σφόδρα, καὶ ὑπεδέξατο τὸν βασιλέα καὶ τὸν στρατὸν αὐτοῦ. ὁ δὲ βασιλεὺς κατέκρινεν αὐτὸν λέγων· "διὰ ποίαν αἰτίαν κακοποιεῖς τοὺς Χριστιανούς;" ὁ δὲ εἶπεν· "ὡς ἐχθροὺς τῆς πίστεώς μου." ἦν γὰρ Ἰουδαῖος. τότε ὁ βασιλεὺς νουθετήσας αὐτὸν καὶ πείσας ἐβάπτισεν εἰς τὸν οἶκον Εὐσταθίου τοῦ Νεαπολίτου, Χριστιανοῦ ὄντος καὶ αὐτοῦ ὑποδεξαμένου τὸν βασιλέα. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν Ἱεροσολύμοις καὶ ἀποκαταστήσας Ζαχαρίαν τὸν πατριάρχην καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα εἰς τὸν ἴδιον τόπον καὶ πολλὰ εὐχαριστήσας τῷ θεῷ ἀπήλασε τοὺς Ἑβραίους ἀπὸ τῆς ἁγίας πόλεως, κελεύσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων τῆς ἁγίας πόλεως πλησιάζειν. καταλαβὼν δὲ τὴν Ἔδεσαν ἀπέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθο329 δόξοις ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. καὶ ἐλθὼν εἰς Ἱεράπολιν ἤκουσεν, ὅτι Σιρόης τέθνηκεν, ὁ τῶν Περσῶν βασιλεύς, Ἀδεσὴρ δέ, ὁ τούτου υἱός, τὴν βασιλείαν τῶν Περσῶν παρέλαβεν. τούτου δὲ μῆνας ζʹ κρατήσαντος τῆς ἀρχῆς ἐπανέστη αὐτῷ Σαρβαραζᾶς,