1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

158

δὲ ἀνόμοιον αὐτοῦ γεννῆσαι οὐκ ἀποδίδωμι. οἱ μὲν γὰρ ἄνθρωποι κατὰ τὸ εἰκὸς ἀνομοίους ταῖς ἑαυτῶν γνώμαις γεννῶσιν υἱοὺς διὰ τοιαύτην αἰτίαν· ἐκ τεσσάρων γὰρ συνεστῶτες μερῶν κατὰ τὰς διαφόρους τροπὰς διαφόρως τρέπονται τὰ σώματα καὶ ὡς ἐν ἀνθρωπείῳ σώματι καθ' ἕκαστον καιρὸν τὸ τῆς τροπῆς ἴδιον αὐξανόμενον ἢ ἐλαττούμενον τὴν σύμμετρον κρᾶσιν ἀθετεῖ. τῶν γὰρ συγκραμάτων οὐχ ὡσαύτως ἀεὶ διαμενόντων τὰ σπέρματα ἄλλοτε ἄλλην ἔχοντα κρᾶσιν ἀποκρίνονται, οἷς πρὸς τὴν τοῦ καιροῦ κρᾶ- σιν καὶ αἱ γνῶμαι ἕπονται εἴτε ἀγαθαὶ εἴτε κακαί. ἐπὶ δὲ τοῦ θεοῦ οὐκ ἔστι τι τοιοῦτον λογίσασθαι· ἄτρεπτον γὰρ καὶ ἀεὶ ὤν, ὁπ<ότε> προ- βάλλειν βουληθείη, ἀνάγκη πᾶσα τὸ προβαλλόμενον αὐτῷ ὡσαύτως <ἔχειν> τὰ πάντα τῷ γεγεννηκότι τήν τε οὐσίαν λέγω καὶ τὴν γνώμην. εἰ <δὲ θελήσ>ειέ τις καὶ αὐτὸν τρεπτὸν λέγειν, οὐκ οἶδα πῶς καὶ ἀθά- νατον εἰπεῖν δύναται αὐτόν. Ταῦτα ὁ Πέτρος ἀκούσας καὶ βραχὺ ἐπὶ συννοίας γενόμενος ἔφη· Oὐκ οἶμαί τινα δύνασθαι περὶ πονηροῦ διαλεγόμενον μὴ αὐτοῦ τοῦ πονηροῦ τὸ θέλημα ποιεῖν. ὅθεν τοῦτο αὐτὸ εἰδὼς οὐκ οἶδα τί πράξω, πότερον σιωπήσω ἢ λαλήσω. εἰ μὲν σιωπήσαιμι, γέλωτα πρὸς τοὺς πολλοὺς ὀφλή- σαιμι ἄν, ὅτι ἀλήθειαν ἐπαγγελλόμενος κηρύσσειν τὸν περὶ κακίας λόγον ἀγνοῶ-εἰ δὲ εἴποιμι, φοβοῦμαι μὴ ἄρα οὐκ ἀρέσκῃ θεῷ ζητεῖσθαι τὸ κακόν, ἀλλὰ τὸ ἀγαθὸν μόνον. πλὴν καὶ ὑμῖν εἰς τὸν Σοφονίου λόγον τὰς ἐμὰς ὑπολήψεις ποιήσω φανερωτέρας. συντίθεμαι κἀγὼ ὅτι οὐ πάντα τὰ ἀνθρώπων ἀποδιδόναι δεῖ τῷ θεῷ. αὐτίκα γοῦν οἱ ἄνθρωποι οὐκ ἔχοντες τὰ σώματα τρεπτὰ οὐ τρέπονται, ἀλλὰ χρόνῳ ὑπὸ τῶν τροπῶν ἀλλοιοῦσθαι φύσιν ἔχουσιν. ὁ δὲ θεὸς οὐχ οὕτως· ὑπὸ γὰρ τοῦ ἐμφύτου πνεύματος αὐ- τοῦ ἀπορρήτῳ δυνάμει ὁποῖον ἂν βούληται, γίνεται τὸ σῶμα. καὶ ταύτῃ μᾶλλον ἔστι πιστεῦσαι, ᾗ καὶ ὁ ἀὴρ παρ' αὐτοῦ τοιαύτην εἰληφὼς φύσιν ὑπὸ τοῦ αὐτὸν διήκοντος ἀσωμάτου νοῦ εἰς δρόσον τραπεὶς καὶ παχυν- θεὶς γίνεται ὕδωρ, ὕδωρ δὲ παγὲν λίθοι καὶ γῆ, καὶ λίθοι δὲ συρρήξαντες πῦρ ἐξάπτουσι. τοσοῦτον κατὰ μεταβολὴν καὶ τροπὴν ὁ ἀὴρ ὕδωρ τὰ πρῶτα γεγονὼς εἰς πῦρ ἔληξε διὰ τῶν τροπῶν καὶ τὸ ὑγρὸν εἰς τὴν ἐναν τίαν φύσιν μετετράπη. τί δέ; οὐχὶ καὶ τὴν Μωυσέως ·άβδον ὁ θεὸς ἔτρεψεν εἰς ζῷον, ποιήσας ὄφιν, ὃν πάλιν μετέτρεψεν εἰς ·άβδον; καὶ δι' αὐτῆς δὲ τῆς τραπείσης ·άβδου τὸ Νείλου ὕδωρ ἔτρεψεν εἰς αἷμα, ὃ καὶ πάλιν μετ- έτρεψεν εἰς ὕδωρ. ἀλλὰ καὶ τὸν ἄνθρωπον, χοῦν ὄντα, ἐμφυσήματι πνοῆς μετέτρεψεν εἰς σάρκα καὶ πάλιν μετέτρεψεν εἰς χοῦν. οὐχὶ δὲ Μωυσῆς, αὐτὸς σὰρξ ὤν, εἰς μέγιστον ἐτράπη φῶς, ὡς μὴ δυνηθῆναι τοὺς υἱοὺς Ἰσραὴλ ἀντιβλέψαι αὐτῷ; πολλῷ οὖν μᾶλλον ὁ θεὸς ἑαυτὸν τρέπειν εἰς ὃ βούλεται δυνατώτατός ἐστιν. ἀλλ' ἴσως τις ὑμῶν ἐνενόησεν ὅτι ἄλλος μὲν ὑπ' ἄλλου γενέσθαι τι δύναται, αὐτὸς δέ τις ἑαυτὸν εἰς ὃ βούλεται μετατρέπειν οὐ δύναται καὶ ὅτι τὸ τρέπεσθαι τοῦ γηρῶντός ἐστι καὶ ἀποθα- νεῖν <φύσιν> ἔχοντος. ἀλλὰ περὶ ἀθανάτων τοῦτο οὐ χρὴ νομίζειν. ἢ γὰρ οὐκ ἄγγελοι ἀγήρως <ὄντες> καὶ πυρώδους οὐσίας εἰς σάρκα μετ- ετράπησαν, καὶ οἱ παρὰ τῷ Ἀβραάμ <ποτε ξενι>σθέντες, ὧν καὶ τοὺς πόδας ὡς ὁμοουσίων ἀνθρώπων ἄνθρωποι ἔνιψαν; ἀλλὰ καὶ τῷ Ἰακὼβ