158
δοθείσας ἡμῖν ἐντολὰς ποιῆσθε, εἰδότες, ὅτι ὁ ἡμῶν ἀκούων Χριστοῦ ἀκούει, ὁ δὲ Χριστοῦ ἀκούων τοῦ Θεοῦ αὐτοῦ καὶ Πατρὸς ἀκούει, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. Ἅμα τοίνυν ὑπάρχοντες ἡμεῖς οἱ δεκαδύο τοῦ Κυρίου ἀπόστολοι τάσδε τὰς θείας ὑμῖν ἐντελλόμεθα διατάξεις περὶ παντὸς ἐκκλησιαστικοῦ τύπου, συμπαρόντος ἡμῖν καὶ τοῦ τῆς ἐκλογῆς σκεύους Παύλου τοῦ συναποστόλου ἡμῶν καὶ Ἰακώβου τοῦ ἐπισκόπου καὶ τῶν λοιπῶν πρεσβυτέρων καὶ τῶν ἑπτὰ διακόνων. Πρῶτος οὖν ἐγώ φημι Πέτρος ἐπίσκοπον χειρο τονεῖσθαι, ὡς ἐν τοῖς προλαβοῦσιν ἅμα πάντες διετα ξάμεθα, ἐν πᾶσιν ἄμεμπτον, ἀριστίνδην ὑπὸ παντὸς τοῦ λαοῦ ἐκλελεγμένον. Oὗ ὀνομασθέντος καὶ ἀρέσαντος συνελθὼν ὁ λαὸς ἅμα τῷ πρεσβυτερίῳ καὶ τοῖς παροῦ σιν ἐπισκόποις ἐν ἡμέρᾳ κυριακῇ, ὁ πρόκριτος τῶν λοι πῶν ἐρωτάτω τὸ πρεσβυτέριον καὶ τὸν λαόν, εἰ αὐτός ἐστιν, ὃν αἰτοῦνται εἰς ἄρχοντα. Καὶ ἐπινευσάντων προσε περωτάτω, εἰ μαρτυρεῖται ὑπὸ πάντων ἄξιος εἶναι τῆς μεγάλης ταύτης καὶ λαμπρᾶς ἡγεμονίας, εἰ τὰ κατὰ τὴν εἰς Θεὸν αὐτῷ εὐσέβειαν κατώρθωται, εἰ τὰ πρὸς ἀνθρώπους δίκαια πεφύλακται, εἰ τὰ κατὰ τὸν οἶκον αὐτοῦ καλῶς ᾠκονόμηται, εἰ τὰ κατὰ τὸν βίον ἀνεπιλήπτως. Καὶ πάντων ἅμα κατὰ ἀλήθειαν, ἀλλ' οὐ κατὰ πρόληψιν μαρτυ ρησάντων τοιοῦτον αὐτὸν εἶναι, ὡς ἐπὶ δικαστῇ Θεῷ καὶ Χριστῷ, παρόντος δηλαδὴ καὶ τοῦ ἁγίου Πνεύματος καὶ πάντων τῶν ἁγίων καὶ λειτουργικῶν πνευμάτων, ἐκ τρίτου πάλιν πυθέσθωσαν, εἰ ἄξιός ἐστιν ἀληθῶς τῆς λειτουργίας, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Καὶ συνθεμένων αὐτῶν ἐκ τρίτου ἄξιον εἶναι, ἀπαιτείσθωσαν οἱ πάντες σύνθημα, καὶ δόντες προθύμως ἀκουέσθωσαν. Καὶ σιωπῆς γενομένης εἷς τῶν πρώτων ἐπισκόπων ἅμα καὶ δυσὶν ἑτέροις πλησίον τοῦ θυσιαστηρίου ἑστώς, τῶν λοιπῶν ἐπισκόπων καὶ πρεσβυτέρων σιωπῇ προσευχομένων, τῶν δὲ διακόνων τὰ θεῖα Eὐαγγέλια ἐπὶ τῆς τοῦ χειροτονουμέ νου κεφαλῆς ἀνεπτυγμένα κατεχόντων, λεγέτω πρὸς Θεόν· Ὁ êν, δέσποτα Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος ἀγέννητος καὶ ἀβασίλευτος, ὁ ἀεὶ ὢν καὶ πρὸ τῶν αἰώνων ὑπάρχων, ὁ πάντη ἀνενδεὴς καὶ πάσης αἰτίας καὶ γενέσεως κρείττων, ὁ μόνος ἀληθινός, ὁ μόνος σοφός, ὁ ὢν μόνος ὕψιστος, ὁ τῇ φύσει ἀόρατος, οὗ τὸ εἶναι γνῶσις ἄναρχος, ὁ μόνος ἀγαθὸς καὶ ἀσύγκριτος, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ὁ τῶν κρυπτῶν γνώστης, ὁ ἀπρόσιτος, ὁ ἀδέσποτος· ὁ Θεὸς καὶ Πατὴρ τοῦ μονογενοῦς Υἱοῦ