Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
γενέσθαι μικροψυχίας. Εἶτα τί γέ γονεν, ἢ ποῖον ἦν ὅλως τὸ πρᾶγμα τὸ ἀδολεσχεῖν ἤτοι μεριμνᾷν ἀναπείθων, διαδείκνυσιν ἐφεξῆς λέγων· "Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου." Καὶ δὴ τοῦτο τί πάλιν ἐστίν· Ὅτε πολέμιοι περικαθέζονται πόλιν, ἐὰν μὲν ὁρῶσιν τὰς φυλακὰς ἤτοι τὰς ἐπάλξεις, οἱ οἰκοῦντες αὐτὴν ἐν ἐλπίσιν εἰσὶ τοῦ σώζεσθαι· ἐὰν δὲ νυστάξωσιν, εἶτα ἐπελθόντες οἱ 69.1192 ἐχθροὶ λάβωσι τὰς φυλακὰς καὶ ὑπερβῶσι τὰ τείχη, τότε καὶ νενικήκασιν. Ὅταν οὖν ὁ Ψαλμῳδὸς, ὡς ἐξ ὁμοιώματος τοῦ τοιούτου πράγματος, λέγει· "Προ κατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου," διδάξαι βούλεται, ὅτι Νενικήκασί με πάντες οἱ ἐχθροί μου, καὶ κεκρατήκασιν οἱ πολέμιοι. Καὶ μετ' ὀλίγα. Ὡς πό λιν νενικήκασιν καὶ κεκρατήκασιν οἱ ἐχθροί. [Αὔτη ἡ ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου ∆εξιὰν ἀντιλαμβανομένην ἁγίων, καὶ σώζουσαν αὐτοὺς, καὶ καταφέρουσαν ἐχθροὺς, καὶ ἀνατρέπου σαν τοὺς ἀνθεστηκότας, τὴν τοῦ Πατρός φησι, τὴν ἄχρονον καὶ ἀΐδιον· ἥτις ἐστὶν ὁ Μονογενής. ∆ιὰ γὰρ τοῦτο αὖθίς με βαλὼν, ἐπάγει· Ἠλλοίωμαι κἀγὼ, πεφρόνηκα λοιπὸν ὀρθῶς. ∆ιάκειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἁγίους.] (A f. 384, E f. 191, Κυρίλλου καὶ τοῦ Θεολόγου.) Νοήσεις δὲ καὶ ὧδε· Νῦν ἠρξάμην νοεῖν ὀρθῶς καὶ ἐπιστημονικῶς ὅπερ ἂν οἰκονομικῶς ἐργάζεται Θεός· ὅτι ὁ Χριστὸς καθ' ἡμᾶς γέγονε καὶ εἰς τὸ κρεῖττον ἠλλοίωσεν. Ἠλλοίωμαι γὰρ κἀγὼ ἐκ δια θέσεως εἰς διάθεσιν· πεφρόνηκα λοιπὸν ὀρθῶς· διά κειμαι δὲ ὅτι καὶ ἀγαπᾷ καὶ σώζει Θεὸς τοὺς ἀξίους. Καὶ πᾶς δὲ, ἤτοι ἐκ κακίας ἐπιστρέφων, ἢ ἐν ἀρετῇ μένων καὶ προκόπτων, λεγέτω· "Νῦν ἠρξάμην·" αὕτη ἡ ἀλλοίωσις, ἣν ἡ δεξιὰ τοῦ Ὑψίστου χαρίζεται, τὸ ἀεὶ διὰ τῶν γυμνασίων τῆς εὐσεβείας ἐπὶ τὸ μεῖ ζον προκόπτειν. Ὁ γὰρ προκόπτων εἰς ἀρετὴν, οὐκ ἔστιν ὅτε οὐκ ἀλλοιοῦται. Λέγεται δὲ καὶ ὁ Μονογενὴς ἀλλοιωθῆναι, ὡς τῆς θείας φύσεως συγκαταβάσεσι πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης, οὐ κατὰ βολὴν, ἀλλὰ κατὰ πρόσληψιν. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. (E f. 155) Ὁδὸν γὰρ εἶναί φησι τοῦ Θεοῦ τὰς ἀλη θείας οἰκονομίας, τὰς ἐφ' ἑκάστῳ πράγματι διοι κήσεις, τουτέστιν ἐν παντὶ πράγματι δικαίῳ καὶ ἁγίῳ. Σὺ εἶ, ὁ Θεὸς, ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Αὐτὸς γάρ ἐστιν ὁ ποιῶν θαυμάσια, ὅτι μόνος ἐστὶ φύσει καὶ ἀληθείᾳ Θεός. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου. (E f. 155, Κυρ., Ἡσυχ., ∆ιδ.) ∆ύναμιν καὶ βρα χίονα νοήσεις εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. [Κολαζομένων γὰρ Αἰγυπτίων καὶ τὰς ἀφορήτους ἐκείνας ὑπομενόντων πληγὰς, ὁ Ἰσραὴλ ἐπαιδεύετο, καὶ ὡς ἥτις ἐστὶν ἡ τοῦ σώζοντος δύναμις δι' αὐτῶν ἐπαιδεύετο τῶν πραγμάτων.] Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. (B f. 329, C f. 162 b, G f. 77 b, H f. 281 b, L f. 181) Λυτροῦται τὸ σωτήριον βάπτισμα, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπαλλάττει γοργῶς. Κατακρατεῖ γὰρ ἡμῶν διὰ τῆς ἁμαρτίας τῆς οὔσης ἐν τοῖς μέλε σιν ἡμῶν. Φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται, κ.τ.λ. (A f. 385 b) Κατὰ δὲ τροπολογίαν, τὰ πλήθη τῶν 69.1193 ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα, ἰδόντα τὸν εἰς ἀνθρώπους ἐπιδεδημέντα Θεὸν, φόβον ἀνέλαβον σωτήριον ὃς ἀρχή ἐστι σοφίας. Αἱ δὲ ἄβυσσοι, τὸ τάγμα τῶν ἀπίστων, ἐταράχθησαν ἐπανιστάμεναι κατὰ τῆς Ἐκκλησίας. Αἱ δὲ νεφέλαι αἳ ἐκελεύσθησαν μὴ βρέ χειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα τὸν Ἰσραὴλ, οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἳ τὸν εὐαγγελικὸν διακονοῦντες λόγον, καὶ καθ' ὅλης τῆς οἰκουμένης τὸν οὐράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Καὶ τὰ σωτήρια βέλη καὶ ἐκλεκτὰ τὰ, τιτρώσκοντα τὰς τῶν σωζομέ νων ψυχὰς, αὐτοὶ πάλιν οἱ ἀπόστολοι, ἢ τὰ πεπυρω μένα τοῦ Θεοῦ λόγια, καὶ ἡ τοῦ Πνεύματος ἐνέργεια, πανταχοῦ διεπορεύθησαν. Ἀλλὰ καὶ ἡ βροντὴ, ὁ εὐαγγελικὸς λόγος ὁ κατακτυπήσας τὴν ὑπ' οὐρανὸν, ἐξ οὗ καί τινες υἱοὶ βροντῆς ὠνομάσθησαν. Ἐν τῷ τροχῷ διεδόθη, τουτέστιν ἐν τῷ κόσμῳ τούτῳ τῷ σφαιροειδεῖ καὶ κυκλοφορικῶς κινουμένῳ· ἐν ᾧ ἕτε ρος τροχός ἐστιν ὁ τῶν ἀνθρώπων βίος,