τόδε τι», καὶ ὅσα τοιαῦτα. Σημείωσαι δέ, ὅτι ὁ μὲν βασιλεὺς οὕτως ἐξαθερισθεὶς ἐφ' οἷς εἶπεν, ἐπιεικεύεται, Ἕκτωρ δέ, εἴπερ ἦν, ἐποίησεν ἂν δεινά, ὅς που 3.587 τυραννικώτερον ἔφη «ὧδ' ἔστω, Τρῶες», κελεύων ἐκεῖνος, οὐ μὴν ἐπιεικευόμενος. Ὅτι ∆ιομήδης οὐ προπετευόμενος ἀλλ' ἐκ τοῦ βασιλέως λαβὼν ἐνδόσιμον ἐν τῷ «ἢ νέος ἢ παλαιός», εἰ καὶ ἐν ἄλλοις ὀψὲ μετέειπεν, ἀλλ' ἐνταῦθα προαρπάζει τὴν συμβουλὴν καί πως δριμεῖαν ἀνταπόδοσιν ἐνταῦθα καιριώτατα ποιεῖται τῷ Νέστορι. μεμψαμένου γάρ που τὸν ∆ιομήδην τοῦ Νέστορος ὡς εὖ μὲν εἰπόντα, οὐ τέλος δὲ τῷ μύθῳ ἐπιθέντα, νῦν ὁ ∆ιομήδης λόγοις μὲν οὐκ ἐλέγχει, πραγματικῶς δὲ ἀποδεικνύει τὸν Νέστορα τοῖς αὐτοῖς ἁλόντα. Νέστωρ μὲν γὰρ εἰπὼν πρὸ ὀλίγων «φραζώμεθα, εἴ τι νόος ῥέξει», οὐ προστίθησι τί ἂν ῥέξῃ, αὐτὸς μέντοι ἀναπληροῖ ἐνταῦθα τὸ ἐλλεῖπον. [Τὸ δ' αὐτὸ διαβαίνει καὶ πρὸς τὸν Ὀδυσσέα, εἰ καὶ μὴ καθ' ὅμοιον λόγον. καὶ γὰρ οὐδ' αὐτὸς ἔφθη ἀμείνονα μῆτιν ἐνισπεῖν, ὡς οἷα τοῦ ∆ιομήδους προαρπάσαντος τὸ λαλῆσαι. διὸ καὶ ἔοικε δευτερολογικῶς διατεθεῖσθαι ἡ τοῦ ∆ιομήδους δημηγορία. Ὀδυσσεὺς μὲν γὰρ προλογίσας ἠγωνίσατο κατὰ τῆς βασιλικῆς λαλιᾶς, καὶ ἀνατρέψας ἀπήλεγξε μόνον τὸ χρῆναι φυγεῖν. (ῃ. 128-32) ∆ιομήδης δὲ δεύτερος ἐλθὼν ἐκτίθεται ὡς οἷον ἐν δευτερολογίᾳ τὸ ποιητέον,] εἰπὼν «δεῦτε ἴομεν πόλεμόνδε» καὶ τὰ ἑξῆς. Καὶ οὕτω μὲν τέλος αὐτὸς ἐπιτίθησι τῷ τοῦ Νέστορος λόγῳ, τῷ δέ γε βασιλεῖ ἄκρως ἐναντιοῦται, εἴπερ ὁ μὲν φυγεῖν συνεβούλευσεν ἅπαντας, ∆ιομήδης δὲ καὶ αὐτοὺς τοὺς τραυματίας ἄγει πρὸς πόλεμον. Ἐν οἷς πάλιν ὅρα, ὡς ἔστιν οὗ καὶ μεγάλοι κατὰ τὸν Σοφοκλῆν ὀρθοῖντο ἂν ὑπὸ σμικροτέρων. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον. (ῃ. 110-2) Πρὸ δὲ αὐτῶν καὶ τὴν τοῦ νοεῖν ὀξύτητα παραδεικνὺς ὁ ∆ιομήδης καὶ προμαλάσσων τῇ προκατασκευῇ τὴν πρὸς τοιαῦτα πρόσωπα ἀντικατάστασιν, φησὶν «ἐγγὺς ἀνήρ», ὁ ζητούμενος δηλαδή, «οὐ δηθὰ ματεύσομεν, αἴ κ' ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ», ἢ χόλῳ, «ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθ' ὑμῖν», ἤγουν ἐν ὑμῖν, οὐ μὴν ἁπλῶς νέος. (ῃ. 113 ς.) Καὶ οὕτω τὴν νέμεσιν παραιτησάμενος εἶτα δείκνυσι τὴν εὐγένειαν, συνιστῶν ἑαυτόν, ὡς δέον ὂν ἔνδοξον εἶναι τὸν βουλευτήν, καί φησι «πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι, Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψε». (ῃ. 115-25) Καὶ ἐφεξῆς ἱστορεῖ τὰ κατὰ τὸν πατέρα 3.588 εἰπὼν «Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, ᾤκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι», ταῖς προϊστορηθείσαις. Τίνες δέ οἱ ῥηθέντες τρεῖς; «Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεύς, πατρὸς ἐμεῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν», οἳ καὶ αὐτοὶ ἀμύμονες ἐρρέθησαν. «ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε», τουτέστιν ὁ Οἰνεύς, «πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη, πλαγχθείς· ὣς γάρ που θεὸς ἤθελεν. Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν», μίαν δηλαδὴ τὴν ∆ηϊπύλην, «ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι. πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατ' ἔσκε. κέκαστο δὲ πάντας Ἀχαιούς», ὅ ἐστι κατὰ πάντας τοὺς τότε, «ἐγχείῃ. τὰ δέ», ἤγουν ταῦτα, «μέλλετ' ἀκουέμεν, ὡς ἐτεόν περ». (ῃ. 126-32) Καὶ οὕτω συστήσας ἑαυτὸν καὶ τὸν λόγον συμπεράνας εἰς τὸ «τῷ», ἤγουν διό, «οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσετε πεφασμένον, ὅν κ' εὖ εἴπω», ἐπιφέρει τὸ πρακτέον «δεῦτ' ἴομεν πόλεμόνδε καὶ οὐτάμενοί περ ἀνάγκῃ. ἔνθα δ' ἔπειτα αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται· ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν», ἤγουν ἐμβάλωμεν τῷ πολέμῳ, «οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσιν οὐδὲ μάχονται». (ῃ. 133) Καὶ οὕτω μὲν ὁ ∆ιομήδης ἔφατο, «οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο». Καὶ σημείωσαι ὅπως τε εὐμεθόδως καὶ νῦν ἀνέπαυσε τὸν ἀκροατὴν ὁ ποιητὴς παρενθέσει ἐπεισοδίου ἱστορικοῦ, καὶ ὅτι πολλὰ ἔχων εἰπεῖν ἀγαθὰ ἴδια ὁ ∆ιομήδης αὐτὰ μὲν ἀφίησιν ὡς φανερά-παρὰ πόδας γὰρ τὰ τῆς ἀνδρίας δέδεικται-, ἀνέρχεται δὲ εἰς τὰ τοῦ πατρός. καὶ καινὸν οὐδέν, εἰ τὰ ἑαυτοῦ σιγᾷ ὡς ἔκδηλα, ἵνα μὴ ταὐτολογῇ, ὅσγε καὶ τὰ τοῦ πατρὸς ἐπιτέμνει, λέγων ὅτι ταῦτα