οὐλοχύτας φέρε δεῦρο, ἐρωτᾷ τις. τοῦτο δ' ἔστι τί; ἕτερος δέ τις ἀποκρινόμενος, διασαφεῖ ὅτι κριθαί. δηλῶν καὶ ἐκεῖνος παρὰ τῷ δειπνοσοφιστῇ, ἐκ μέρους τὸ πᾶν. εἰ δὲ καὶ ὁ γέρων βασιλεὺς αὐτοδιακονεῖ ἐν τούτοις, οὐ θαυμαστέον. ἐν τῷ ἀφορᾶν καὶ εἰς Ἀντίγονον, ὃς πρὸς τὸν υἱὸν βίαιον ὄντα τοῖς ὑπηκόοις, οὐκ οἶσθα εἶπε τὴν βασιλείαν ἡμῶν, ὦ παῖ, δουλείαν ἔνδοξον εἶναι; Αὐχενίους δὲ τένοντας εἶπε, πρὸς διαστολὴν ἑτέρων τε, καὶ τῶν περὶ τοὺς πόδας. (ῃερς. 451.) Τὸ δὲ λύσε βοὸς μένος, ἀντίκειται πρὸς τὸ δέμας. τὸ μὲν γὰρ ζῶν, συνδέδεται. λέλυται δὲ τὸ φονευθέν. καὶ ἄλλως δὲ, λύεται μένος τῷ ζῴῳ, ἐν τῷ ἀψυχῆσαι τῇ νεκρώσει τὰ ἅψεα. ὧν ἐτυμολογία, τὸ ἅπτεσθαι. ὅπερ ἑτεροῖον ἐστὶ τοῦ λελύσθαι. διὸ ἐν τοῖς ἑξῆς ἐρεῖ, λύθεν δέ οἱ ἅψεα. Τὸ δὲ ὀλολύζειν ὅτι ἐπὶ γυναικείας εὐχῆς λέγεται, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς. οἱ μέντοι μεθ' Ὅμηρον, ἐπὶ τοῦ κλαίειν τὴν λέξιν τιθέασι. (ῃερς. 454.) Τὸ δὲ ἀνελόντες ἤτοι ἀναβαστάσαντες, ἐναντίον τῷ καθελόντες. Χθὼν δὲ εὐρυοδεία, ἡ μεγαλάμφοδος κατὰ τοὺς παλαιούς. (ῃερς. 455.) Τὸ δὲ σφάξαι, ἄλλό τι ἐστὶ παρὰ τὸ ἐλάσαι καὶ πελέκει τοὺς τένοντας ἀποκόψαι. ταῦτα μὲν γὰρ παθοῦσαν τὴν βοῦν καὶ πεσοῦσαν, ἀνελόντες ἀπὸ χθονὸς, ἔσχον. ἔσφαξε δὲ αὐτὴν Πεισίστρατος. ὅ ἐστιν, εἰς τέλος ἀπέτεμε. καὶ τομῆς μέγα χάσμα ἤνοιξεν. ὅθεν καὶ ἡ διασφὰξ τῆς διασφάγος. ὃ παρ' ἄλλοις τε κεῖται, καὶ παρὰ τῷ Ὀππιανῷ. (ῃερς. 457.) Τὸ δὲ διέχευαν, ἀντὶ τοῦ, εἰς μέλη ἁδρὰ τὴν βοῦν διέτεμον. καὶ συνεχῆ οὖσαν, οἱονεὶ ἔχεον τῇ εἰς πολλὰ τομῇ. τὸ μέντοι μιστύλλειν, λεπτότερον τοῦ διαχέειν. δηλοῖ γὰρ τὸ εἰς μεῖστα ἤγουν βραχύτατα μόρια τέμνειν. καὶ ὡς εἰπεῖν, εἰς μερίδας. καὶ τοιοῦτον μὲν τὸ μιστύλλειν ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. αἱ δέ γε μυστίλαι ὧν ἡ μὲν ἄρχουσα, διὰ τοῦ ˉυ ἡ δὲ παραλήγουσα. διὰ τοῦ ἰῶτα, ψωμοὶ εἰσὶ κοῖλοι. οἷον μύστρα κατὰ Αἴλιον ∆ιονύσιον. τουτέστι μυστρία, εἰπεῖν ἰδιωτικῶς. καὶ μυστιλᾶσθαι φησὶ, τὸ οὕτως ἐσθίειν. κατὰ 1.139 δὲ ἄλλους, τὸ κοιλαίνειν ψωμούς. (ῃερς. 457.) Τὸ δὲ μηρία τάμνον πάντα, ἀντὶ τοῦ ὅλα. ὅ ἐστιν ὁλόκληρα. ἄλλως γὰρ, περιττὸν τὸ πάντα, ἐπὶ δύο μόνον μηρῶν κείμενα. Τὸ δὲ δίπτυχα ποιῆσαι, λέγεται μὲν καὶ ἄλλως. ἀρέσκει δὲ τοῖς παλαιοῖς μάλιστα, νοεῖν ἀντὶ τοῦ, τὰ κνίσσῃ φασὶ διπλᾶ θέντες, ἓν ἄνω τῶν μηρῶν καὶ ἓν κάτω. ἐφ' ὧν ὠμοθέτουν, τῶν λοιπῶν μερῶν ἀπαρχόμενοι. (ῃερς. 461.) Τὰ δὲ πεμπώβολα, δῆλον ὅτι κατά τι μίμημα τριαίνης ἢ καὶ χειρὸς ἦσαν. καὶ ἐῤῥέθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ περὶ αὐτῶν, ὧν ἡ μὲν σύνθεσις, ἐν δυσὶν ˉο ὡς ἀπὸ τοῦ ὀβολοῦ. τὸ δὲ ἁπλοῦν, διὰ τοῦ ˉο καὶ ˉε, ὀβελοὺς γάρ φησιν ἐν χερσὶν ἔχοντες. (ῃερς. 465.) Ὅτι καθά περ ἐν Ἰλιάδι ἡ Ἥβη λούει τινὰ,οὕτω κἀνταῦθα καλὴ Πολυκάστη Νέστορος ὁπλοτάτη θυγάτηρ, ἔλουσε τὸν Τηλέμαχον καὶ ἔχρισε λίπ' ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. ὁ δὲ, ἐκ τῆς ἀσαμίνθου ἔβη δέμας ἀθανάτοισιν ὁμοῖος. χρὴ δὲ νοεῖν ὡς κελεύσαντος τοῦ πατρὸς κατὰ τὸ σιωπώμενον, ἔλουσε τὸν νεανίαν ἡ βασιλικὴ παῖς. Πεισίστρατον δ' ἐν τοῖς ἑξῆς καὶ αὐτὸν δὲ Τηλέμαχον, αἱ δμωαὶ τοῦ Μενελάου ὁμοίως λούουσι. καὶ ἦν ἔργον γυναικῶν τὸ τοιοῦτον ἀνεπιφθόνως τότε γινόμενον. Ὅμηρος γὰρ, ἔθη καταλέγει οὐ μόνον ὅσα πολιτείας ἐστὶν ἀστείας καὶ ἀπηκριβωμένης καὶ ἐμβριθοῦς, ἀλλὰ καὶ ὅσα ἐπεχωρίαζε τοῖς τότε. εἰ καὶ ἁπλουστέρως ἔχοντα, πρὸς ἐκλογισμὸν τοῖς ὕστερον ἔκκεινται. καὶ τὸν Ὀδυσσέα δὲ, ἔλουσαν ἂν ἐν Φαιακίᾳ γυναῖκες, εἰ μὴ αὐτὸς αἰδεῖσθαι εἶπε κούραις εὐπλοκάμοις μετελθών. Πολυκάστη δὲ, ἀναλογεῖ μὲν πρὸς τὸ Ἰοκάστη. δηλοῖ δὲ, τὴν πάνυ κοσμίαν ἢ πολυκόσμητον. (ῃερς. 466.) Ὅρα δὲ τὸ, ὁπλοτάτη θυγάτηρ. εἰ γὰρ καὶ κυριολεκτεῖται ἡ λέξις ἐπὶ ἀνδρῶν, ἀλλ' ἰδοὺ καὶ ἐπὶ γυναικὸς κεῖται. (ῃερς. 467.) Τὸ δὲ λίπα, ἐκ τοῦ λιπαρὸν ἀποκέκοπται. Ἐλαίῳ δὲ ἐχρίοντο οἱ λουσάμενοι, ἐμπλάττοντες τοὺς σωματικοὺς πόρους ὡς ἂν μετὰ λουτρὸν στέγοιεν τὴν ὑγρότητα. (ῃερς. 468.) Τὸ δὲ φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ὑστερολογίας τρόπον ἔχει. πρῶτον γάρ τις χιτῶνα περιδύεται εἶτα φᾶρος. ὁμοίου δὲ τρόπου ἐστὶ καὶ τὸ, ἐπεὶ φᾶρος καλὸν ἀμφέβαλεν αὐτὸν ἡ παῖς καὶ χιτῶνα,