158
παισὶ ζήλῳ θεοῦ πολεμῶν αὐτῷ. οὗ τελευτήσαντος Ἰούδας τοῦ ἔθνους ἡγήσατο. ἐπὶ τούτοις Ἀντίοχος μὲν οἰκτρῶς θνήσκει, ὁ δὲ υἱὸς αὐτοῦ Εὐπάτωρ Ἀντίοχος Λυσίᾳ γράφει περὶ εἰρήνης Ἰουδαίων. εἶτα Ἰούδας οἰκοδομεῖ καὶ ἐγκαινίζει τὸ θυσιαστήριον, Ῥωμαίοις τε σπένδεται φιλωθεὶς καὶ πρὸς γεωργίαν Ἰουδαίους προτρέπει. ἐν τούτοις οὖν ∆ημήτριος ὁ Σελεύκου καταπλεύσας ἐκ Ῥώμης τόν τε Εὐπάτορα Ἀντίοχον ἀναιρεῖ καὶ Λυσίαν, πρὸς ὃν Ἰούδας εἰς τὴν Ἰουδαίαν 348 ἐλθόντα παραγενηθεὶς ἀπεδείχθη. ἔπειτα δὲ Ἀλκίμου τοῦ ἱερέως παρεν οχλήσεσιν ὑπ' αὐτοῦ ∆ημητρίου ἀνῃρέθη ἀνδρείως πολεμῶν. Ἰωνάθης μετὰ Ἰούδαν ἡγεῖται Ἰουδαίων. Ἄλκιμος δὲ ὁ προρρηθεὶς καθεῖλε τὸ τεῖχος τῆς ἐνδοτέρας αὐλῆς τοῦ ἱεροῦ, ἡνίκα καὶ Ἀλέξανδρος υἱὸς Ἀντιόχου τοῦ Εὐπάτορος ∆ημήτριον τὸν λεγόμενον Σωτῆρα ἀνελών, Ἰωνάθην πορφύραν ἐνέδυσε, βασιλέα τοῦ ἔθνους Ἰουδαίων ἀνειπών. τότε ∆ημήτριος ∆ημητρίου ἀπὸ Κρήτης ἐπανῆλθε καὶ Ἀλεξάν δρῳ συμβαλὼν εἰς μάχην ἐλαύνει τῆς ἀρχῆς, Πτολεμαῖος δὲ ὁ Φιλομήτωρ πίπτει συμμαχῶν, καὶ Ἀλεξάνδρου τὴν κεφαλὴν προσφυγόντος αὐτῷ Ζάβηλος δυνάστης Ἀράβων Πτολεμαίῳ ψυχορραγοῦντι πέμψας παρεμυθήσατο. Ἰωνάθης δὲ κατὰ ∆ημητρίου ἐπὶ τὴν ἄκραν ἐστράτευσεν. ἀλλὰ Τρύφων ὁ καὶ ∆ιόδοτος ἀναιρεῖ τὸν Ἰωνάθην ἐν Πτολεμαΐδι δόλῳ, ἑαυτῷ τὴν βασιλείαν Ἀντιόχου τοῦ υἱοῦ Ἀλεξάνδρου περιποιούμενος. Σίμων ἀδελφὸς Ἰωνάθου μετ' αὐτὸν ἡγήσατο κάλλιστα τοῦ ἔθνους, προ στησάμενος ἡγούμενον τῶν δυνάμεων Ἰωάννην υἱὸν αὐτοῦ καὶ Ῥωμαίοις σπεισάμενος. τοῦτον ἀναιρεῖ Πτολεμαῖος ὁ Ἀβούβου γαμβρὸς οἰκεῖος καὶ στρατηγὸς Ἱεριχώ. ἕως τούτου τὰ Μακκαβαίων. Ἰουδαίων ἀρχιεράτευσε ιθʹ Ἰωάννης ὁ καὶ Ὑρκανὸς ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετξζʹ. Ἰωάννης ὁ τῶν Ἰουδαίων στρατηγὸς Ὑρκανοὺς νικήσας Ὑρκανὸςὠνομάσθη. ὁ αὐτὸς πρὸς Ῥωμαίους δόγματι συγκλήτου φιλίαν σπένδε ται. Ἰωάννης ὁ καὶ Ὑρκανὸς Ἰουδαίων ἀρχιερεὺς Σεβαστὴν πόλιν Σαμαρείας πολιορκήσας ἠδάφισε. ταύτην Ἡρώδης ἀνοικοδομήσας Σεβαστὴν εἰς ὄνομα τοῦ Καίσαρος ἐκάλεσεν. Ἔπειτα Ἰωάννης Ὑρκανὸς διαπρεπῶς ἡγήσατο πάνυ τοῦ γένους Ἰουδαίων. ἡ δὲ πρώτη τῶν Μακκαβαϊκῶν βίβλος ἕως αὐτοῦ λήγει. τοῦτον Ἰώσηππος ἐπὶ θεοφιλίᾳ πολλὰ μαρτυρεῖ. Ἰωάννης υἱὸς Σίμωνος σφόδρα διαπρέπων, ἡγησάμενος τοῦ ἔθνους Ἰουδαίων ἐν ἱερωσύνῃ, καὶ πολέμοις καὶ πλούτῳ, τρισμυρίων ταλάντων ἐκ τῶν πατρῴων ∆αβὶδ καὶ Σολομῶνος τάφων ἀνελόμενος, ἄλλοις τε πολ 349 λοῖς κατορθώμασι καὶ τροπαίοις κατὰ τῶν πλησιοχώρων καὶ Σαμαρείας εὐδοκιμήσας, ἐν τῷ θορύβῳ τῶν βʹ βασιλέων Ἀντιόχων πρὸς ἀλλήλους τοῦ Γρυποῦ καὶ τοῦ Κυζικηνοῦ ἀναιρεθεὶς τελευτᾷ ἀρχιερατεύσας ἔτη λʹ, κατὰ δὲ Ἀφρικανὸν κζʹ. πολλὰς μυριάδας ταλάντων χρυσίου καὶ ἀργυρίου συνέθαψε τῷ ∆αβὶδ Σαλομών, ὥς φησιν Ἰώσηππος, ἐξ ὧν Ἰωάννης οὗτος ὁ καὶ Ὑρκανὸς ἕνα τοῦ τάφου ∆αβὶδ οἶκον ἀνοίξας ὑπὸ Ἀντιόχου πολιορκούμενος ὡς τρισχίλια τάλαντα χρυσοῦ ἀνείλατο. ἔπειτα δὲ καὶ Ἡρώδης ἄλλον οἶκον ἀνοίξας πολλὰ τάλαντα ἐξήγαγε. ταῖς δὲ θήκαις τῶν αὐτῶν βασιλέων διὰ βάθους μεμηχανευμέναις οὐδεὶς προσεπέλασεν.
ΑΙΓΥΠΤΟΥ ΚΑΙ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΒΑΣΙΛΕΙΣ Αἰγύπτου καὶ Ἀλεξανδρείας ςʹ
ἐβασίλευσε Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετιδʹ. Ἀφρικανὸς ἔτη ιαʹ μόνα λέγει τοῦ Φιλομήτορος. Πτολεμαῖος ὁ Φιλομήτωρ πρῶτον Ἀλεξάνδρῳ τὴν θυγατέρα Κλεοπά τραν δοὺς πρὸς γάμον, ἔπειτα διὰ τὴν Ἀμμωνίου τοῦ στρατηγοῦ αὐτοῦ ἐπιβουλὴν συμμαχεῖ ∆ημητρίῳ κατ' αὐτοῦ. καὶ ὁ μὲν κατὰ τὴν μάχην ἐκπεσὼν τοῦ ἵππου τιτρώσκεται, Ἀλεξάνδρου δὲ τὴν κεφαλὴν ἐκκοπεῖσαν ψυχορραγῶν δέχεται. Αἰγύπτου καὶ Ἀλεξανδρείας ζʹ ἐβασίλευσε Πτολεμαῖος ὁ Εὐεργέτης δεύτερος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ετμθʹ. Αἰγύπτου καὶ